previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[337]

Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν: Χαναναίων δ᾽ ἐστὶν πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν. θεασάμενος δ᾽ αὐτὴν Συχέμμης Ἐμμώρου τοῦ βασιλέως υἱὸς φθείρει δι᾽ ἁρπαγῆς καὶ διατεθεὶς ἐρωτικῶς ἱκετεύει τὸν πατέρα λαβεῖν αὐτῷ πρὸς γάμον τὴν κόρην. [338] δὲ πεισθεὶς ἧκε πρὸς τὸν Ἰάκωβον δεόμενος τῷ παιδὶ αὐτοῦ Συχέμμῃ συζεῦξαι Δεῖναν κατὰ νόμον. Ἰάκωβος δὲ οὔτ᾽ ἀντιλέγειν ἔχων διὰ τὸ ἀξίωμα τοῦ παρακαλοῦντος οὔτε νόμιμον ἡγούμενος ἀλλοφύλῳ συνοικίζειν τὴν θυγατέρα ἠξίωσεν ἐπιτρέψαι αὐτῷ βουλὴν ἀγαγεῖν περὶ ὧν παρακαλεῖ. [339] ἀπῄει μὲν οὖν βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν: [340] οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: