previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[67]

Ἄδαμος δὲ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντ᾽ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ. [68] γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος: ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν: τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν. [69] οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν. [70] ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατ᾽ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα, [71] ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπ᾽ αὐτῶν ἀνατεθῆναι. μένει δ᾽ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: