previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[297]

Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης: ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ. [298] Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρ᾽ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρ᾽ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο: γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους. [299] Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν: εἰ μέντοι παρ᾽ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν: εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα: μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος. [300] τοῦ δ᾽ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται: τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων. [301] νυκτὸς δ᾽ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δ᾽ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθ᾽ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ. [302] δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφ᾽ ἧς ταῦτα πράξειεν: οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλ᾽ ὑφ᾽ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γ᾽ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλ᾽ ἐρῶντι δώσειν ταύτην μετ᾽ ἄλλην ἑπταετίαν. πείθεται δ᾽ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: