previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[252]

Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης: ‘Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δ᾽ ὑμέτερος: Ναχώρης γὰρ τούτων, γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος. [253] πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον. [254] οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε: κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, δὴ γέγονε. [255] γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε.’ οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφ᾽ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων: οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: