previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[238]

Γαμεῖ δ᾽ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες: καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις: Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς. [239] τούτοις ἅπασι τοῖς παισὶ καὶ τοῖς υἱωνοῖς Ἅβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδῦτιν καταλαμβάνουσι καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν. λέγεται δέ, ὡς οὗτος Ἑώφρην στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν. [240] μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος πολυίστωρ λέγων οὕτως: ‘Κλεόδημος δέ φησιν προφήτης καὶ Μάλχος ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωυσῆς ἱστόρησεν νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Κατούρας Ἁβράμῳ ἐγένοντο παῖδες ἱκανοί. [241] λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα ὀνομάζων τρεῖς Ἰαφέραν Σούρην Ἰαφράν. ἀπὸ Σούρου μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο Ἰαφρᾶ τε καὶ Ἰαφέρου, πόλιν τε Ἐφρᾶν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον: γήμαντά τε τὴν Ἀφράνου θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον: τούτου δὲ γενέσθαι Σόφωνα, ἀφ᾽ οὗ τοὺς βαρβάρους Σόφακας λέγεσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: