previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[202]

θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών: οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. [203] καὶ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν: ἱστόρησα δ᾽ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει. [204] διαφεύγει δ᾽ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός: Ζωὼρ ἔτι καὶ νῦν λέγεται: καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: