previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[196]

Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρ᾽ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν. [197] ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις: οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτ᾽ εἴη Σάρρα. τοῦ δ᾽ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. [198] τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δ᾽ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλ᾽ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: