previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[191]

Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι προειρημένος ἐγεννήθη, εἰς ἔνατον δ᾽ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο: κελεύει δ᾽ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπ᾽ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου, [192] προσέταξέ τε βουλόμενος τὸ ἀπ᾽ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω. [193] πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρ᾽ αὐτοῦ καὶ παῖς Ἰσμαῆλος, οὗ κατ᾽ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: