previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176]

Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. [177] καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ᾽ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ᾽ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ᾽ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. [178] Ἅβραμος δὲ διώκων εἵπετο μέχρι καὶ δευτεραίους συνήλασεν αὐτοὺς εἰς Ὠβὰ τῆς Δαμασκηνῶν γῆς, ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῇ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ, τριακοσίοις καὶ δεκαοκτὼ οἰκέταις αὐτοῦ καὶ τρισὶ φίλοις τοσούτου στρατοῦ περιγενόμενος. ὁπόσοι δὲ αὐτῶν καὶ διέφυγον ἀδόξως ἀνέστρεψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: