previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27]

Ἐν ἀρχῇ ἔκτισεν θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δ᾽ ὑπ᾽ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δ᾽ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν θεός. [28] καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας. [29] καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δ᾽ αὐτὴν μίαν εἶπε: τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δ᾽ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι. [30] μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτ᾽ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατ᾽ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος. [31] τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν: κατ᾽ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο. [32] πέμπτῃ ἡμέρᾳ ζῷά τε κατ᾽ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ δι᾽ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας: ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε. [33] καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα: δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: