previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9.

τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο: δαπάνῃ τε γὰρ χρημάτων ἀπειρήκεσαν, τῶν πόλεων ἀνήλισκον ἐς τὰς φρουράς, καὶ οἱ δοῦλοι παρὰ τοὺς Λακεδαιμονίους ηὐτομόλουν, τοῖς δὲ καὶ νόσος ἐνέπεσε καὶ ταραχὰς μὲν παρέσχεν ὡς εἴη λοιμώδης, οὐ μὴν ἐς ἅπαντάς γε ἐχώρησεν. βουλευομένοις δὲ πρὸς τὰ παρόντα ἐδόκει τὰ μὲν πολλὰ πολίσματα τὰ ἐς μεσόγαιαν πάντα ἐκλείπειν, ἐς δὲ τὸ ὄρος ἀνοικίζεσθαι τὴν Ἰθώμην. [2] ἦν δὲ καὶ πόλισμα αὐτόθι οὐ μέγα, καὶ Ὅμηρόν φασιν ἔχειν ἐν καταλόγῳ: “καὶ Ἰθώμην κλιμακόεσσαν.
Hom. Il. 2.729ἐς τοῦτο τὸ πόλισμα ἀνῳκίζοντο, ἐπεκτείνοντες τὸν ἀρχαῖον περίβολον ἔρυμα εἶναι πᾶσιν αὔταρκες. ἦν δὲ τὸ χωρίον καὶ ἄλλως ἐχυρόν: γὰρ Ἰθώμη μεγέθει τε οὐδενὸς ἀποδεῖ τῶν ὀρῶν ὁπόσα ἐντός ἐστιν ἰσθμοῦ καὶ δύσβατος κατὰ τοῦτο μάλιστα ἦν. [3] ἐδόκει δὲ καὶ θεωρὸν πέμψαι σφίσιν ἐς Δελφούς. ἀποστέλλουσιν οὖν Τῖσιν τὸν Ἄλκιδος, καὶ ἀξιώματι οὐδενὸς ὕστερον καὶ ὅτι προσκεῖσθαι μαντικῇ μάλιστα ἐνομίζετο. τοῦτον τὸν Τῖσιν ἐπανιόντα ἐκ Δελφῶν λοχῶσιν ἄνδρες Λακεδαιμονίων ἀπὸ τῆς ἐν Ἀμφείᾳ φρουρᾶς: λοχήσαντες δὲοὐ γὰρ ὑπεῖκεν αἰχμάλωτος γενέσθαιπεριμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον, ἐς γίνεται βοή σφισιν ἐξ ἀφανοῦςτὸν χρησμοφόρον μέθες.’ [4] καὶ Τῖσις μὲν ὡς ἀπεσώθη τάχιστα ἐς Ἰθώμην καὶ τὴν μαντείαν παρὰ τὸν βασιλέα ἀνήνεγκε, μετ᾽ οὐ πολὺ ὑπὸ τῶν τραυμάτων τελευτᾷ: τοὺς δὲ Μεσσηνίους συναθροίσας Εὐφαὴς ἐπεδείκνυ τὸν χρησμόν:“κόρην ἄχραντον νερτέροισι δαίμοσι,
κλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφ᾽ αἵματος,
θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς.
ἢν δὲ σφαλῆτε, καὶ παρ᾽ ἀλλοίου τότε
θύειν, διδόντος ἐς σφαγὴν ἑκουσίως.
[5] ταῦτα τοῦ θεοῦ δηλώσαντος αὐτίκα ἐκληροῦντο ὅσαι παρθένοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν: καὶ ἐπελάμβανε γὰρ Λυκίσκου θυγατέρα κλῆρος, ταύτην Ἐπήβολος μάντις ἀπηγόρευεν ὡς οὐ δέοι θύειν, οὐ γὰρ εἶναι Λυκίσκου: τὴν δὲ γυναῖκα Λυκίσκῳ συνῴκησεν, ὡς τεκεῖν οὔκουν οἵα τε ἦν, ἐν τούτῳ τὴν παῖδα ὑποβαλέσθαι. ἐν ὅσῳ δὲ οὗτος ἀνεδίδασκε τὰ ἐς αὐτήν, ἐν τοσῷδε Λυκίσκος ἀπαγόμενος ἅμα καὶ τὴν παρθένον ηὐτομόλησεν ἐς Σπάρτην. [6] ἐχόντων δὲ ἀθύμως τῶν Μεσσηνίων ὡς Λυκίσκον ἀποδράντα ᾔσθοντο, ἐνταῦθά σφισιν Ἀριστόδημος ἀνὴρ καὶ γένους τοῦ Αἰπυτιδῶν καὶ Λυκίσκου τῇ τε ἄλλῃ δόξῃ καὶ τὰ ἐς πόλεμον ἐπιφανέστερος ἐδίδου τὴν θυγατέρα ἑκὼν θῦσαι. τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ, ὅπου καὶ τότε Ἀριστοδήμῳ διασώσασθαι Μεσσήνην ἀγώνισμα ποιουμένῳ τὸ ἐμπόδιον ἐπήγαγε τοιόνδε. [7] ἀνὴρ τῶν Μεσσηνίωντὸ δὲ ὄνομα οὐ λέγουσινἐρῶν ἔτυχε τοῦ Ἀριστοδήμου τῆς

θυγατρός, τότε δὲ ἤδη ἔμελλε καὶ γυναῖκα ἄξεσθαι. οὗτος κατ᾽ ἀρχὰς μὲν ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθεν, ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός, αὐτὸς δὲ ἐγγυησάμενος κυριώτερος ἐκείνου γίνεσθαι. δεύτερα δὲ ὡς τοῦτο οὐχ ἑώρα οἱ κατορθούμενον, ἐπ᾽ ἀναίσχυντον τρέπεται λόγον: [8] ξυγγενέσθαι τε τῇ παιδὶ καὶ κύειν ἐξ αὐτοῦ. τέλος δὲ ἐς τοσοῦτον Ἀριστόδημον προήγαγεν ὡς ἐκμανέντα ὑπὸ τοῦ θυμοῦ τὴν θυγατέρα ἀποκτεῖναι: μετὰ δὲ ἀνέτεμνε καὶ ἐπεδείκνυεν αὐτὴν οὐκ ἔχουσαν ἐν γαστρί. παρὼν δὲ Ἐπήβολος ἐκέλευεν ἄλλον τινὰ τὸν θυγατέρα ἐπιδώσοντα γενέσθαι: τῆς γὰρ τοῦ Ἀριστοδήμου πλέον εἶναί σφισιν ἀποθανούσης οὐδέν: φονεῦσαι γὰρ τὸν πατέρα αὐτήν, θεοῖς δὲ οἷς Πυθία προσέταξεν οὐ θῦσαι. [9] τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίων ὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖον προσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα. ἢν δὲ ἀνὴρ οὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος: πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τε χρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸ Ἀριστοδήμου πεποιημένα. [10] λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν: ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστος ἔσπευδε. καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσι καὶ ἀπ᾽ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: