previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36.

κατὰ δὲ τὴν ἐπὶ Μάσητα εὐθεῖαν προελθοῦσιν ἑπτά που σταδίους καὶ ἐς ἀριστερὰν ἐκτραπεῖσιν, ἐς Ἁλίκην ἐστὶν ὁδός. δὲ Ἁλίκη τὰ μὲν ἐφ᾽ ἡμῶν ἐστιν ἔρημος, ᾠκεῖτο δὲ καὶ αὕτη ποτέ, καὶ Ἁλικῶν λόγος ἐν στήλαις ἐστὶ ταῖς Ἐπιδαυρίων αἳ τοῦ Ἀσκληπιοῦ τὰ ἰάματα ἐγγεγραμμένα ἔχουσιν: ἄλλο δὲ σύγγραμμα οὐδὲν οἶδα ἀξιόχρεων, ἔνθα πόλεως Ἁλίκης ἀνδρῶν ἐστιν Ἁλικῶν μνήμη. ἔστι δ᾽ οὖν ὁδὸς καὶ ἐς ταύτην, τοῦ τε Πρωνὸς μέση καὶ ὄρους ἑτέρου Θόρνακος καλουμένου τὸ ἀρχαῖον: ἀπὸ δὲ τῆς Διὸς ἐς κόκκυγα τὸν ὄρνιθα ἀλλαγῆς λεγομένης ἐνταῦθα γενέσθαι μετονομασθῆναι τὸ ὄρος φασίν. [2] ἱερὰ δὲ καὶ ἐς τόδε ἐπὶ ἄκρων τῶν ὀρῶν, ἐπὶ μὲν τῷ Κοκκυγίῳ Διός, ἐν δὲ τῷ Πρωνί ἐστιν Ἥρας: καὶ τοῦ γε Κοκκυγίου πρὸς τοῖς πέρασι ναός ἐστι, θύραι δὲ οὐκ ἐφεστήκασιν οὐδὲ ὄροφον εἶχεν οὐδέ οἵ τι ἐνῆν ἄγαλμα: εἶναι δὲ ἐλέγετο ναὸς Ἀπόλλωνος. παρὰ δὲ αὐτὸν ὁδός ἐστιν ἐπὶ Μάσητα τοῖς ἐκτραπεῖσιν ἐκ τῆς εὐθείας. Μάσητι δὲ οὔσῃ πόλει τὸ ἀρχαῖον, καθὰ καὶ Ὅμηρος ἐν Ἀργείων καταλόγῳ πεποίηκεν, ἐπινείῳ καθ᾽ ἡμᾶς ἐχρῶντο Ἑρμιονεῖς. [3] ἀπὸ Μάσητος δὲ ὁδὸς ἐν δεξιᾷ ἐστιν ἐπὶ ἄκραν καλουμένην Στρουθοῦντα. στάδιοι δὲ ἀπὸ τῆς ἄκρας ταύτης κατὰ τῶν ὀρῶν τὰς κορυφὰς πεντήκοντά εἰσι καὶ διακόσιοι ἐς Φιλανόριόν τε καλούμενον καὶ ἐπὶ Βολεούς: οἱ δὲ Βολεοὶ οὗτοι λίθων εἰσὶ σωροὶ λογάδων. χωρίον δὲ ἕτερον, Διδύμους ὀνομάζουσι, στάδια εἴκοσιν αὐτόθεν ἀφέστηκεν: ἐνταῦθα ἔστι μὲν ἱερὸν Ἀπόλλωνος, ἔστι δὲ Ποσειδῶνος, ἐπὶ δὲ αὐτοῖς Δήμητρος, ἀγάλματα δὲ ὀρθὰ λίθου λευκοῦ. [4]

τὸ δὲ ἐντεῦθέν ἐστιν Ἀργείων ποτε Ἀσιναία καλουμένη, καὶ Ἀσίνης ἐστὶν ἐρείπια ἐπὶ θαλάσσῃ. Λακεδαιμονίων δὲ καὶ τοῦ βασιλέως Νικάνδρου τοῦ Χαρίλλου τοῦ Πολυδέκτου τοῦ Εὐνόμου τοῦ Πρυτάνιδος τοῦ Εὐρυπῶντος ἐς τὴν Ἀργολίδα ἐσβαλόντων στρατιᾷ συνεσέβαλόν σφισιν οἱ Ἀσιναῖοι, καὶ ἐδῄωσαν σὺν ἐκείνοις τῶν Ἀργείων τὴν γῆν. ὡς δὲ στόλος τῶν Λακεδαιμονίων ἀπῆλθεν οἴκαδε, στρατεύουσιν ἐπὶ τὴν Ἀσίνην οἱ Ἀργεῖοι καὶ βασιλεὺς αὐτῶν Ἔρατος. [5] καὶ χρόνον μέν τινα ἀπὸ τοῦ τείχους ἠμύναντο οἱ Ἀσιναῖοι καὶ ἀποκτείνουσιν ἄλλους τε καὶ Λυσίστρατον ἐν τοῖς δοκιμωτάτοις ὄντα Ἀργείων: ἁλισκομένου δὲ τοῦ τείχους οὗτοι μὲν γυναῖκας ἐς τὰ πλοῖα ἐνθέμενοι καὶ παῖδας ἐκλείπουσι τὴν αὑτῶν, Ἀργεῖοι δὲ ἐς ἔδαφος καταβαλόντες τὴν Ἀσίνην καὶ τὴν γῆν προσορισάμενοι τῇ σφετέρᾳ Πυθαέως τε Ἀπόλλωνος ὑπελίποντο τὸ ἱερὸνκαὶ νῦν ἔτι δῆλόν ἐστικαὶ τὸν Λυσίστρατον πρὸς αὐτῷ θάπτουσιν. [6]

ἀπέχει δὲ Ἀργείων τῆς πόλεως τεσσαράκοντα καὶ οὐ πλείω στάδια κατὰ Λέρναν θάλασσα. κατιόντων δὲ ἐς Λέρναν πρῶτον μὲν καθ᾽ ὁδόν ἐστιν Ἐρασῖνος, ἐκδίδωσι δὲ ἐς τὸν Φρίξον, Φρίξος δὲ ἐς τὴν θάλασσαν τὴν μεταξὺ Τημενίου καὶ Λέρνης. ἀπὸ δὲ Ἐρασίνου τραπεῖσιν ἐς ἀριστερὰ σταδίους ὅσον ὀκτώ, Διοσκούρων ἱερόν ἐστιν Ἀνάκτων: πεποίηται δέ σφισι κατὰ ταὐτὰ καὶ ἐν τῇ πόλει τὰ ξόανα. [7] ἀναστρέψας δὲ ἐς τὴν εὐθεῖαν τόν τε Ἐρασῖνον διαβήσῃ καὶ ἐπὶ τὸν Χείμαρρον ποταμὸν ἀφίξῃ. πλησίον δὲ αὐτοῦ περίβολός ἐστι λίθων, καὶ τὸν Πλούτωνα ἁρπάσαντα ὡς λέγεται Κόρην τὴν Δήμητρος καταβῆναι ταύτῃ φασὶν ἐς τὴν ὑπόγεων νομιζομένην ἀρχήν. δὲ Λέρνα ἐστίν, ὡς καὶ τὰ πρότερα ἔχει μοι τοῦ λόγου, πρὸς θαλάσσῃ, καὶ τελετὴν Λερναίᾳ ἄγουσιν ἐνταῦθα Δήμητρι. [8]

ἔστι δὲ ἄλσος ἱερὸν ἀρχόμενον μὲν ἀπὸ ὄρους καλοῦσι Ποντῖνον, τὸ δὲ ὄρος Ποντῖνος οὐκ ἐᾷ τὸ ὕδωρ ἀπορρεῖν τὸ ἐκ τοῦ θεοῦ, ἀλλὰ ἐς αὑτὸ καταδέχεται: ῥεῖ δὲ καὶ ποταμὸς ἀπ᾽ αὐτοῦ Ποντῖνος. καὶ ἐπὶ κορυφῇ τοῦ ὄρους ἱερόν τε Ἀθηνᾶς Σαΐτιδος, ἐρείπια ἔτι μόνα, καὶ θεμέλια οἰκίας ἐστὶν Ἱππομέδοντος, ὃς Πολυνείκει τῷ Οἰδίποδος τιμωρήσων ἦλθεν ἐς Θήβας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), LERNAEA
    • Dictionary of Greek and Roman Geography (1854), ARGOS
    • Smith's Bio, Charila'us
    • Smith's Bio, Saitis
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: