previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. ἐπεὶ δ᾽ οὖν οὗτοί τε ἀπωλώλεσαν καὶ οἱ ἄλλοι κατεστράφατο μηδὲν ἀξιόλογον πράξαντες, ἐπὶ Παννονίους ἐπεστράτευσεν, ἔγκλημα μὲν οὐδὲν αὐτοῖς ἐπιφέρων ῾οὐδὲ γὰρ οὐδ᾽ ἠδίκητό τι ὑπ᾽ αὐτῶν᾽, ἵνα δὲ δὴ τοὺς στρατιώτας ἀσκῇ τε ἅμα καὶ ἐκ τῶν ἀλλοτρίων τρέφῃ, πᾶν τὸ τῷ [p. 414] κρείττονι τοῖς ὅπλοις ἀρέσκον δίκαιον ἐς τοὺς [2] ἀσθενεστέρους ποιούμενος. οἱ δὲ δὴ Παννόνιοι νέμονται μὲν πρὸς τῇ Δελματίᾳ, 1 παρ᾽ αὐτὸν τὸν Ἴστρον, ἀπὸ Νωρικοῦ μέχρι τῆς Μυσίας τῆς ἐν τῇ Εὐρώπῃ, κακοβιώτατοι δὲ ἀνθρώπων ὄντες ῾οὔτε γὰρ γῆς οὔτε ἀέρων εὖ ἥκουσιν: οὐκ ἔλαιον, οὐκ οἶνον, πλὴν ἐλαχίστου καὶ τούτου κακίστου, [3] γεωργοῦσιν, ἅτε ἐν χειμῶνι πικροτάτῳ τὸ πλεῖστον διαιτώμενοι, ἀλλὰ τάς τε κριθὰς καὶ τοὺς κέγχρους καὶ ἐσθίουσιν ὁμοίως καὶ πίνουσιν᾽ ἀνδρειότατοι δ᾽ οὖν διὰ πάντων ὧν ἴσμεν νομίζονται: θυμικώτατοι γὰρ καὶ φονικώτατοι, 2 οἷα μηδὲν [4] ἄξιον τοῦ καλῶς ζῆν ἔχοντες, εἰσί. ταῦτα δὲ οὐκ ἀκούσας οὐδ᾽ ἀναγνοὺς μόνον, ἀλλὰ καὶ ἔργῳ μαθὼν ὥστε καὶ ἄρξας αὐτῶν, οἶδα: μετὰ γάρ τοι τὴν ἐν τῇ Ἀφρικῇ ἡγεμονίαν τῇ τε Δελματίᾳ, 3 ἧς ποτε καὶ πατήρ μου χρόνον τινὰ ἦρξε, καὶ τῇ Παννονίᾳ τῇ ἄνω καλουμένῃ προσετάχθην, ὅθεν ἀκριβῶς πάντα τὰ κατ᾽ αὐτοὺς εἰδὼς γράφω. [5] ὀνομάζονται δὲ οὕτως ὅτι τοὺς χιτῶνας τοὺς χειριδωτοὺς ἐξ ἱματίων τινῶν ἐς πάννους ἐπιχωρίως πως καὶ κατατέμνοντες καὶ προσαγορεύοντες συρράπτουσι. καὶ οἱ μὲν εἴτ᾽ οὖν διὰ τοῦτο εἴτε καὶ δι᾽ ἄλλο τι οὕτως ὠνομάδαται: [6] τῶν δὲ δὴ Ἑλλήνων τινὲς τἀληθὲς ἀγνοήσαντες Παίονάς σφας προσεῖπον, ἀρχαίου μέν που τοῦ προσρήματος τούτου ὄντος, οὐ μέντοι καὶ ἐκεῖ, [p. 416] ἀλλ᾽ ἔν τε τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τῇ νῦν μέχρι τῆς θαλάσσης. ὑφ᾽ οὗπερ καὶ ἐγὼ ἐκείνους μὲν Παίονας τούτους δὲ Παννονίους, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ Ῥωμαῖοί σφας καλοῦσι, προσαγορεύσω.

1 *delmati/a| St., dalmati/ai LM.

2 fonikw/tatoi R. Steph., fronikw/tatoi LM.

3 *delmati/a| St., dalmati/ai LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: