previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. καὶ εὐθύς γε καταίρων ἐς τὸ Δυρράχιον ἔμαθεν ὅτι οὐ καλῶς ἀπαλλάξει: 1 στρατιώτας τε γὰρ κεραυνοὶ ἐν αὐτῷ τῷ πρόσπλῳ ἔφθειραν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀράχναι κατέσχον, ἐκβάντος τε ἐκ τῆς νεὼς αὐτοῦ ὄφεις τὸν στίβον [2] ἐπισπόμενοι συνέχεον. ἐκείνῳ μὲν δὴ ταῦτα τὰ τέρατα ἐγένετο, συνεβεβήκει δὲ καὶ πάσῃ τῇ πόλει τούτῳ τε τῷ ἔτει καὶ ὀλίγον ἔμπροσθεν ἕτερα. ὄντως γάρ που ἀμφοτέρωθεν ἐν ταῖς στάσεσι τὸ κοινὸν βλάπτεται: καὶ διὰ τοῦτο λύκοι τε καὶ βύαι πολλοὶ ἐν αὐτῷ τῷ ἄστει [3] ὤφθησαν, καὶ σεισμοὶ συνεχεῖς μετὰ μυκηθμῶν ἐγένοντο, πῦρ τε ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς διῇξε, καὶ ἕτερον ἄλλα τε καὶ τὸν τοῦ Κυρίνου 2 ναὸν κατέφλεξεν. τε ἥλιος σύμπας ἐξέλιπε, καὶ κεραυνοὶ σκῆπτρόν τε Διὸς καὶ ἀσπίδα κράνος τε Ἄρεως, ἐν τῷ Καπιτωλίῳ ἀνακείμενα, καὶ προσέτι καὶ τὰς στήλας τὰς τοὺς [4] νόμους ἐχούσας ἐλυμήναντο. ζῷά τε πολλὰ ἔξω τῆς ἑαυτῶν φύσεως ἐγέννησέ τινα, καὶ λόγιά τινα ὡς καὶ τῆς Σιβύλλης ὄντα ᾔδετο, κάτοχοί τέ τινες γιγνόμενοι συχνὰ ἐθείαζον. καὶ πολίαρχος οὐδεὶς ἐς τὰς ἀνοχάς, ὥσπερ [p. 28] εἴθιστο, ᾑρέθη, ἀλλ᾽ οἱ στρατηγοὶ πάντα τὰ ἐπιβάλλοντα αὐτῷ, ὥς γέ τισι δοκεῖ, διῴκησαν: ἕτεροι γὰρ ἐν τῷ ὑστέρῳ ἔτει φασὶν αὐτοὺς [5] τοῦτο ποιῆσαι. καὶ ἐκεῖνο μὲν καὶ αὖθις ἐγένετο, τότε 3 δὲ καὶ Περπέρνας μετὰ τοῦ Φιλίππου ποτὲ τιμητεύσας ἀπέθανεν, ὡς ἔφην, τελευταῖος πάντων τῶν ἐν τῇ τιμητείᾳ αὐτοῦ βουλευσάντων, [6] καὶ ἐδόκει καὶ τοῦτό τι νεοχμώσειν. ἐταράττοντο μὲν οὖν ἐπὶ τοῖς τέρασιν ὥσπερ εἰκὸς ἦν, οἰόμενοι δὲ δὴ καὶ ἐλπίζοντες ἑκάτεροι ἐς τοὺς ἀντιστασιώτας σφῶν πάντα αὐτὰ ἀποσκήψειν οὐδὲν ἐξεθύσαντο.

1 a)palla/cei Rk., a)palla/ceien L.

2 *kuri/nou Bk., kuiri/nou L.

3 to/te Bs., tou=to L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: