previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. καὶ μὲν ἐς τὴν Μακεδονίαν διὰ τοῦτο μετέστη καὶ ἐκεῖ διέτριβεν ὀδυρόμενος: ἐντυχὼν δ᾽ αὐτῷ Φιλίσκος τις ἀνὴρ ἔν τε ταῖς Ἀθήναις συγγεγονώς οἱ καὶ τότε κατὰ τύχην 1 συντυχών, ‘οὐκ αἰσχύνῃ,’ ἔφη, ‘ Κικέρων, θρηνῶν καὶ γυναικείως διακείμενος ; ὡς ἔγωγε οὔποτ᾽ ἄν σε προσεδόκησα οὕτω μαλακισθήσεσθαι, πολλῆς μὲν παιδείας καὶ παντοδαπῆς μετεσχηκότα, πολλοῖς δὲ καὶ συνηγορηκότα.’ [2] καὶ ὃς ὑπολαβὼν εἶπεν, ‘ἀλλ᾽ οὐδέν τοι ὅμοιόν ἐστιν, Φιλίσκε, ὑπὲρ ἄλλων τέ τινα λέγειν καὶ ἑαυτῷ συμβουλεύειν. τὰ μὲν γὰρ ὑπὲρ τῶν ἀλλοτρίων λεγόμενα, ἀπὸ ὀρθῆς καὶ ἀδιαφθόρου τῆς γνώμης προϊόντα, καιρὸν ἐς τὰ μάλιστα λαμβάνει: ὅταν δὲ δὴ πάθημά τι τὴν ψυχὴν καταλάβῃ, θολοῦται καὶ σκοτοῦται καὶ οὐδὲν δύναται καίριον ἐννοῆσαι. ὅθεν που πάνυ καλῶς εἴρηται ὅτι ῥᾷον παραινέσαι ἑτέροις ἐστὶν αὐτὸν παθόντα καρτερῆσαι.’ [3]

λέγεις μέν τι,’ ἔφη Φιλίσκος, ‘ἀνθρώπινον: οὐ μέντοι καὶ ἠξίουν σε, τοσαύτῃ μὲν φρονήσει κεχρημένον τοσαύτην δὲ σοφίαν ἠσκηκότα, μὴ οὐ προπαρεσκευάσθαι πρὸς πάντα τὰ ἀνθρώπινα, ἵν᾽ εἴ τι καὶ παράλογόν σοι προσπέσοι, μήτι γε 2 [p. 238] [4] καὶ ἄφρακτόν σε εὕροι. ἐπεὶ δ᾽ οὖν ἐν τούτῳ καθέστηκας, ... καὶ γὰρ ἄν τι ὠφελήσαιμί σε διαλεξάμενός τι τῶν προσφόρων, ἵν᾽ ὥσπερ οἱ τὰ φορτία συναιρόμενοί τισιν ἐπικουφίζουσιν αὐτούς, καὶ ἐγώ σοι τὸ πάθος τοῦτο ἐπελαφρύναιμι, τοσούτῳ ῥᾷον ἐκείνων ὅσῳ μηδὲ [5] τὸ βραχύτατον αὐτοῦ μεταλήψομαι. οὐ γάρ που καὶ ἀπαξιώσεις παραμυθίου τινὸς παρ᾽ ἑτέρου τυχεῖν. εἰ μὲν γὰρ αὐτάρκης ἑαυτῷ ἦσθα, οὐδὲν ἂν ἡμῖν τῶν λόγων τούτων ἔδει: νῦν δ᾽ ὅμοιον πέπονθας ὥσπερ εἰ Ἱπποκράτης Δημοκήδης καὶ ἄλλος τις τῶν πάνυ ἰατρῶν νοσήματι δυσιάτῳ περιπεσὼν ἀλλοτρίας χειρὸς πρὸς τὴν ἄκεσιν αὐτοῦ προσεδεήθη. 3

1 tu/xhn Bs., th\n tu/xhn L.

2 mh/ti ge Dind., mh/toi ge L.

3 prosedeh/qh Rk., prosdehqh=i L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: