previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ θανάτου ποιότητος Καταλειπομένης δ̓ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποιὸν τῶν θανάτων ἐπισκέψεως, προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἀναίρεσις ἀποτελεσθήσεται κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ [p. 428] ἐπικρατήτορος καταφοράν. εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἀναίρεσις γίνοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν: εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δύνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον. ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις, ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συμβαλλομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν. μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδρωπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται. δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν δυσωδίαν ἐπισυνάπτουσιν. δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυικῶν διαθέσεων καὶ [p. 430] αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελατῶν καὶ ὀλέθρων καὶ ὅσα τῶν νοσημάτων κατ̓ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει. δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι δὲ διὰ νομῶν καὶ συρίγγων καὶ λειχήνων καὶ φαρμάκων δόσεως καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος φθαρέντος ἀποτελεῖται συμπτώματα. δὲ τοῦ Ἑρμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος φθαρέντος συνίσταται. Ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες, ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπιφανέστερον ποιῆσαι τὸ τέλος δυναμένων: βιαίοις δὲ καὶ ἐπισήμοις ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες τετραγωνίζοντες διαμηκίζοντες ὁπότερος αὐτῶν καὶ ἀμφότεροι τὸν ἥλιον τὴν σελήνην καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ [p. 432] τῆς τῶν φωτῶν ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς περιεχόντων ζῳδίων. μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἀγχόναις στραγγαλιαῖς ἀπολλυμένους: ὁμοίως δὲ κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης: ἐν δὲ τοῖς θηριώδεσι ζῳδίοις, ὑπὸ θηρίων διαφθειρομένους: κὰν τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἐπισήμοις ἡμέραις θηριομαχοῦντας: ἀνθωροσκοπήσας δὲ ὁποτέρῳ τῶν φωτῶν, ἐν εἱρκταῖς ἀπολλυμένους: τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθεὶς καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακέτων ἰοβόλων ἀποθνήσκοντας: Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης, ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν: ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης, ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους: περὶ δὲ τὴν Ἀργώ, καὶ ναυαγίοις περιπίπτοντας: ἐν δὲ τοῖς τροπικοῖς τετραπόδοις ἡλίῳ συνὼν διαμηκίσας ἀντὶ [p. 434] τοῦ ἡλίου τῷ τοῦ Ἄρεως, ὑπὸ συμπτώσεων καταλαμβανομένους: ἐὰν δὲ καὶ μεσουρανῶσιν ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παῤ αἵρεσιν τῇ σελήνῃ τετράγωνος διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποείδεσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ὑπὸ πολεμίων ποιεῖ σφαζομένους αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ καὶ γυναικῶν φονέας, ἐπὰν καὶ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ: κἂν τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ, ὑπὸ πειρατῶν ληστηρίων κακουργῶν ἀπολλυμένους: ἐπὶ δὲ τῶν μελοκοπουμένων καὶ ἀτελῶν ζῳδίων κατὰ τὸ γοργόνιον τοῦ Περσέως, ἀποκεφαλιζομένους μελοκοπουμένους: ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν τομαῖς ἀποτομαῖς ἰατρῶν σπασμοῖς ἀποθνήσκοντας: ἐπὶ δὲ τοῦ μεσουρανήματος ἀντιμεσουρανήματος, σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν: ἐπὶ δὲ τοῦ δύνοντος ἀνθωροσκοποῦντος, ζῶντας καιομένους: ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ συμπτώσεων καὶ συνθραύσεων καὶ συμπτωμάτων ἀποθνήσκοντας. τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος [p. 436] ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων βασιλέων. Συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτω διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν, τῆς κατὰ τὸ ποιὸν κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετικοῦ τόπου τυχόντα γινομένης, καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων δισσῶν ἤτοι κατὰ τὸ ποιὸν κατὰ τὸ ποσὸν ἀποτελουμένων, ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται: δαπανῶνται δὲ ὑπὸ θηρίων οἰωνῶν, ὅταν περὶ τὰ ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι, μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων ἐν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, καὶ μάλισθ̓ ὅταν καὶ σελήνη παροῦσα τετραγωνίζουσα διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.

hide References (5 total)
  • Cross-references to this page (5):
    • Dictionary of Greek and Roman Geography (1854), AZA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), FLEVO LACUS
    • Dictionary of Greek and Roman Geography (1854), MESCHE MONS
    • Dictionary of Greek and Roman Geography (1854), NILI PALUDES
    • Dictionary of Greek and Roman Geography (1854), RUBRUM MARE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: