previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ξενιτείας δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φωτῶν πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης. δύνουσα γὰρ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ. δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον τετράγωνον ἔχῃ στάσιν. ἐὰν δὲ καὶ κλῆρος τῆς τύχης ἐν τοῖς ποιήσασι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἐπιφερομένων αὐτοῖς, ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους: κακοποιῶν δέ, ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπισκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ̓ ἐπικράτησιν τῶν τοῖς [p. 424] αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα. Ὡς ἐπὶ πᾶν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φωτῶν, εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει: ἐν δὲ τοῖς τῶν λιβυκῶν καὶ ἐν αὐτῷ τῷ δύνοντι, εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς. κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια, ἤτοι αὐτὰ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἄστερες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας: ἐὰν δὲ δίσωμα δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον. Ζεὺς μὲν οὖν καὶ Ἄφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φωτῶν οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας: ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις διὰ φίλων ἀφορμὰς παραπέμπονται, συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας: προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δἰ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται. Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τὰ φῶτα, κἂν μάλιστα διαμηκίζωσιν ἀλλήλους, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις, διὰ δυσπλοιῶν καὶ ναυαγίων πάλιν δυσοδιῶν καὶ [p. 426] ἐρήμων τόπων: ἐν δὲ τοῖς στερεοῖς, διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων: ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δἰ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις: ἐν δὲ τοῖς ἀνθρωποείδεσι διὰ ληστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις: ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους σεισμούς, Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι μὲν τῆς τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ , ἰδιοτροπίας, τουτέστι τῆς περὶ τὸ αἴτιον διαφορᾶς, καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως κτήσεως σώματος ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος. καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτων ὑποτετυπώσθω.

hide References (10 total)
  • Cross-references to this page (10):
    • Harper's, Lunae Montes
    • Dictionary of Greek and Roman Geography (1854), ADU´LE
    • Dictionary of Greek and Roman Geography (1854), AETHIO´PIA
    • Dictionary of Greek and Roman Geography (1854), APO´COPA
    • Dictionary of Greek and Roman Geography (1854), GAETU´LIA
    • Dictionary of Greek and Roman Geography (1854), LUNAE MONTES
    • Dictionary of Greek and Roman Geography (1854), MEMNONENSES
    • Dictionary of Greek and Roman Geography (1854), MENU´THIAS
    • Dictionary of Greek and Roman Geography (1854), RHIZO´PHAGI AETHIOPES
    • Dictionary of Greek and Roman Geography (1854), ZIPHA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: