previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ φίλων καὶ ἐχθρῶν Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης, ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες [p. 414] οἱ πλείους, καὶ μάλισθ̓ ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ιζ μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους: κατὰ δὲ τῶν ἀσυνδέτων τῶν διαμετρούντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους: μηδετέρως δὲ τυχόντες ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις, εἰ μὲν ἐν τοῖς τριγώνοις εἶεν ἐν ἑξαγώνοις, ἥττονας ποιοῦσι τὰς συμπαθείας: εἰ δ̓ ἐν τοῖς τετραγώνοις, ἥττονας τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ἀποσιωπήσεις καὶ μικρολογίας ὅταν οἱ κακοποιοὶ τὸν συσχηματισμὸν παροδεύωσιν: ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς σχηματισμοῖς ἐπεμβάσεις. ἐπεὶ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία: γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους διὰ χρείαν δἰ ἡδονὴν καὶ λύπην: ὅταν μὲν πάντες οἱ πλείους τῶν εἰρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων φιλία συνάγεται τῶν εἰδῶν, ὥσπερ ὅταν ἀνοικείως ἔχθρα. ὅταν δὲ οἱ τῶν φωτῶν μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος: ὁμοίως δ̓ ὅταν μὲν οἱ τῶν [p. 416] κλήρων τῆς τύχης, διὰ χρείας: ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δἰ ἡδονὰς λύπας. Παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις: ἐφ̓ ὧν μὲν γὰρ ἂν γενέσεων τοῦ σχηματισμοῦ καθυπερτέρησις, ἐὰν τὸ αὐτὸ τὸ ἔγγιστα ζῴδιον τῇ ἐπαναφορᾷ, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας τῆς ἔχθρας προσνεμητέον: ἐφ̓ ὧν δὲ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον. Ἐπὶ δὲ τῶν κατὰ χρόνους τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ̓ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτέστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται [p. 418] τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων. γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ καὶ διακρατοῦσαι χρόνον ὀλίγιστον μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως. Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεις γεωργίας κληρονομίας: Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν: Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας: Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν καὶ λῆψιν καὶ ἐμπορίαν μυστήρια: Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δἰ ἀξιωματικῶν οἰκονομικῶν: Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων τῶν ἐν ἱεροῖς θρησκειῶν χρησμῶν τῶν τοιούτων: Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον: Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δἰ ἔρωτας καὶ μοιχείας νοθείας, ἐπισφαλεῖς δὲ καὶ οὐκ ἐπὶ πολὺ διευθηνούσας: Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων φαρμάκων ἀφορμάς: Ἀφροδίτη δὲ καὶ Ἑρμῆς [p. 420] συμβιώσεις τὰς διὰ τέχνην τινὰ μοῦσαν σύστασιν ἀπὸ γραμμάτων θηλυκῶν προσώπων. Τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέτταρας τόπους διαθέσεως: ἐπειδήπερ κατὰ κέντρων μὲν κλήρων τῶν φωτῶν τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας: ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους. τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ὠφελιμώτερον τοῖς ἑταίροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν κακὸν ἰδιοτροπίας. Ἰδίως δὲ περὶ δούλων τόπος λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται, καὶ τῆς τῶν ἐπιθεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος, καὶ μάλισθ̓ ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφωνῶσι τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἐναντίους ποιῶνται τοὺς συσχηματισμούς. [p. 422]

hide References (32 total)
  • Cross-references to this page (32):
    • Harper's, Nubae
    • Dictionary of Greek and Roman Geography (1854), ABOCCIS
    • Dictionary of Greek and Roman Geography (1854), ADU´LE
    • Dictionary of Greek and Roman Geography (1854), AETHIO´PIA
    • Dictionary of Greek and Roman Geography (1854), ALEXANDREIA
    • Dictionary of Greek and Roman Geography (1854), ARA´BICUS SINUS
    • Dictionary of Greek and Roman Geography (1854), ARO´MATA PROMONTO´RIUM
    • Dictionary of Greek and Roman Geography (1854), AUALI´TES SINUS
    • Dictionary of Greek and Roman Geography (1854), AUXU´ME
    • Dictionary of Greek and Roman Geography (1854), AZA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), BABYLLENII
    • Dictionary of Greek and Roman Geography (1854), CO´LOBI
    • Dictionary of Greek and Roman Geography (1854), COLOE
    • Dictionary of Greek and Roman Geography (1854), DA´RADAE
    • Dictionary of Greek and Roman Geography (1854), EUONYMI´TAE
    • Dictionary of Greek and Roman Geography (1854), GARBATA MONS
    • Dictionary of Greek and Roman Geography (1854), ISIUS MONS
    • Dictionary of Greek and Roman Geography (1854), MALAO
    • Dictionary of Greek and Roman Geography (1854), MASTE
    • Dictionary of Greek and Roman Geography (1854), MEGABARI
    • Dictionary of Greek and Roman Geography (1854), NAPA´TA
    • Dictionary of Greek and Roman Geography (1854), NICO´NIS DROMUS
    • Dictionary of Greek and Roman Geography (1854), NOSALE´NE
    • Dictionary of Greek and Roman Geography (1854), NUBAE
    • Dictionary of Greek and Roman Geography (1854), OPO´NE
    • Dictionary of Greek and Roman Geography (1854), PRIMIS MAGNA
    • Dictionary of Greek and Roman Geography (1854), PTOLEMA´IS
    • Dictionary of Greek and Roman Geography (1854), SABA
    • Dictionary of Greek and Roman Geography (1854), SATACHTHA
    • Dictionary of Greek and Roman Geography (1854), SEBRIDAE
    • Dictionary of Greek and Roman Geography (1854), TRIACONTASCHOENUS
    • Dictionary of Greek and Roman Geography (1854), ZINGIS PROMONTORIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: