previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ χρόνων διαιρέσεως Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ̓ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνων [p. 438] αὐτῶν, ὥσπερ ἐν ἀρχῇ προεθέμεθα, τῶν καθ̓ ὅλα μέρη λαμβανομένων πραγματειῶν, λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις. ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, τῆς τῶν χωρῶν αὐτῶν, τὰ καθ̓ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς, καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ ποτέ, τὸν μὲν ἐν Αἰθιοπίᾳ γενόμενον, φέρε εἰπεῖν, λευκόχρουν τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν τὸν Γαλάτην μελάγχροα καὶ οὐλοκέφαλον: τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν φιλολόγους φιλοθεώρους, τοὺς δ̓ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους: πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων, λόγου χάριν, τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ: καὶ ὅλως προδιαλαμβάνειν τὰς καθ̓ ὅλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον [p. 440] ἧττον ἐφαρμόζειν: τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν χρονικῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προϋποτίθεσθαι, καὶ σκοπεῖν ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὑτούς ποτε τῷ μὲν βρέφει πρᾶξιν γάμον τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιΐαν τι τῶν νεανικωτέρων: ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων ἐφαρμόζωμεν. ἔστι γὰρ ἐπιβολὴ μία καὶ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν τῆς καθ̓ ὅλου φύσεως τῶν ἀνθρώπων, ἐχομένη καθ̓ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων, ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ̓ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην. καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύσει τοῦ παραβεβλημένου τῶν πλανωμένων, δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθ̓ ὅλου [p. 442] τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων. Μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεττάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπὶ πᾶν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν οἰκείως. Ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθ̓ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ τό τε διανοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν καὶ διαπλάττειν, καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων ἐμφαίνειν τὰς ἰδιοτροπίας, διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου κίνησιν εἰκότως [p. 444] τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονὴ καὶ ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία. Τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ δεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ, βίου τε καὶ δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιπλάστων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον. Μετὰ δὲ τὸν ἥλιον τοῦ Ἄρεως πέμπτος, ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη, τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν [p. 446] τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων. Ἕκτος δ̓ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει, τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι παρασκευάζων μετ̓ αἰδοῦς καὶ σεμνοπρεπείας. Τελευταῖος δὲ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων, καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείαις, τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίῳ κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελείας. Αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθ̓ ὅλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προϋποτετυπώσθωσαν. τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον [p. 448] ὀφειλουσῶν λαμβάνεσθαι, τὰς μὲν κατὰ τὸ προϋποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων πάλιν ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ̓ ἀξίαν καὶ δόξαν, τὴν δ̓ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βίου διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιΐας. οὕτω γὰρ ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς κακοποιὸς κύριος αὐτῶν, πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοῦς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν, νόσῳ κατακλιθῇ κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς, ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν. οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβιούντων, ἀγαθῶν κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνοι μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτο ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ταλανιζομένων καιρῶν, ὅταν ἐν πάσαις ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν αἱ ὑπαντήσεις ἀγαθοποιῶν πάντων κακοποιῶν, [p. 450] σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν. τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρέτας, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον κατὰ διάμετρον τετράγωνον στάσιν συναντῶντας ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν. Καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ̓ ἑκάστην ἄφεσιν τῷ κατ̓ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, παραλαμβανομένων εἰς οἰκοδεσποτίαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων. δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη: κατὰ μὲν τὴν ἀπὸ τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμα τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ τῶν λοιπῶν ἀνάλογον κατὰ τὸν πρὸς τὰ κέντρα συνεγγισμὸν τῶν ἀναφορῶν καταφορῶν συμμεσουρανήσεων, [p. 452] καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα. Τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ̓ ἐνιαυσιαίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ̓ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον, καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες. τὸ δ̓ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν, ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας κη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν: τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων, κατὰ ζῴδιον ἡμέρας β γ. Προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις, ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συμβαλλομέναις πρὸς τὰ τῶν καιρῶν [p. 454] ἀποτελέσματα, καὶ μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων, καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δ̓ ἐπὶ μέρους συνεργούντων ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἀνοικεῖον τῶν φύσεων, τῶν δ̓ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων. τὸ μὲν γὰρ καθ̓ ὅλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν τε τῆς ἀφέσεως τόπος καὶ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει, διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ̓ αὐτῆς τῆς γενέσεως τοῖς τόποις ὧν ἀπ̓ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτίαν. Τὸ δὲ πότερον ἀγαθὸν τοὐναντίον ἔσται τὸ σύμπτωμα καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας, εὐποιητικῆς κακωτικῆς, καὶ τῆς ἀπ̓ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον τόπον συνοικειώσεως ἀντιπαθείας. τὸ δ̓ ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα δείκνυται διὰ τῶν ἐνιαυσιαίων καὶ μηνιαίων ζῳδίων πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων. οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους [p. 456] τόπους ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἰσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικοί, καθάπερ ἐὰν ἐναντιωθῶσι φαύλων: οἱ δὲ ἀσυμφώνως καὶ παῤ αἵρεσιν διαμηκίσαντες μὲν τετραγωνίσαντες ταῖς παρόδοις κακῶν εἰσιν αἴτιοι, κατὰ δὲ τοὺς ἄλλους σχηματισμοὺς οὐκέτι. Κἂν μὲν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ: καὶ πολὺ πλέον ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ̓ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτίαν αὐτοῦ τετυχηκέναι. κατὰ πάντα δ̓ ὁμοῦ δυστυχοῦσιν εὐτυχοῦσιν, ὅταν ἤτοι τόπος εἷς καὶ αὐτὸς ὑπὸ πασῶν τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθείς, τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι πάσας τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς κακοποιοὺς τύχωσιν ἐσχηκότες. μὲν οὖν τύπος τῆς τῶν καιρῶν ἐπισκέψεως τοιοῦτός τις ἂν γίγνοιτο, [p. 458]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: