previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ἀτρόφων Λοιποῦ δ̓ ὄντος εἰς τὰ κατ̓ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου, προσήκει διαλαβεῖν ὅτι πῂ μὲν τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῂ δὲ κεχώρισται παρὰ τὸ κατ̓ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς: χρόνος γὰρ ἰδίως τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται: δυνάμει δὲ καὶ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι. δὲ περὶ ἀτρόφων ἐπὶ τῶν μηδ̓ ὅλως φθανόντων ἐπὶ τὸν προκείμενον χρόνον, ἀλλ̓ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δἰ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ τὴν ὁλοσχερεστέραν. ἁπλῶς γὰρ ἐάν τε κεκεντρωμένον τὸ ἕτερον τῶν φωτῶν καὶ τῶν κακοποιῶν ἕτερος συνῇ καὶ [p. 266] διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς καὶ κατ̓ ἰσοσκελείαν, μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δ̓ οἰκοδεσπότου τῶν φωτῶν ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παῤ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς. ἐὰν δὲ μὴ κατ̓ ἰσοσκελείαν μὲν τοῦτο συμβαίνῃ ἀλλ̓ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φωτῶν τόποις αἱ τῶν κακοποιῶν βολαί, δύο δ̓ ὦσιν οἱ κακοποιοί, καὶ ἤτοι τὸ ἕτερον τῶν φωτῶν καὶ ἀμφότερα βλάπτοντες κατ̓ ἐπαναφορὰν κατὰ διάμετρον ἐν μέρει τὸ ἕτερον ἕτερος μὲν ἕτερος διαμετρῶν δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται, τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάνθρωπον. βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορὰς ἥλιον μὲν τοῦ Ἄρεως, σελήνην δὲ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν τοῦ Κρόνου, σελήνην δὲ τοῦ Ἄρεως, καὶ μάλιστα ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα [p. 268] τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπὶ κέντρων ὄντων τῶν φωτῶν καὶ τῶν κακοποιῶν κατ̓ ἰσοσκελείαν, τότε καὶ νεκρὰ ἡμιθανῆ τίκτεται τὰ βρέφη. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ καὶ ἄλλως αὐτοῖς συνεσχηματισμένα, ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι μέντοιγε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι τοῦ μεταξὺ τῆς τε ἀφέσεως καὶ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ, τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἡμέρας καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. ἐὰν δὲ αἱ τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φωτῶν, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται. καὶ πάλιν ἐὰν μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν εἰς ὑποβολὴν αλλων γονέων. εἰ δὲ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν τὴν συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ̓ αὐτῶν τῶν γονέων ἀναληφθήσεται. κατὰ τὸν αὐτὸν δὲ τὸν τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων. [p. 270] ἐὰν μὲν ὑπὸ δύσιν τις τῶν κατὰ δύο καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τι σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται. ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ̓ αὐτὸν αἰτίας συγγεγενημένον.

hide References (24 total)
  • Cross-references to this page (24):
    • Harper's, Ratiaria
    • Harper's, Singidūnum
    • Dictionary of Greek and Roman Geography (1854), CIABRUS
    • Dictionary of Greek and Roman Geography (1854), DA´RDANI
    • Dictionary of Greek and Roman Geography (1854), DARDA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), DO´RTICUM
    • Dictionary of Greek and Roman Geography (1854), EGE´TA
    • Dictionary of Greek and Roman Geography (1854), HORREUM MARGI
    • Dictionary of Greek and Roman Geography (1854), MARGUS
    • Dictionary of Greek and Roman Geography (1854), MOE´SIA
    • Dictionary of Greek and Roman Geography (1854), NAISSUS
    • Dictionary of Greek and Roman Geography (1854), ORB´ELUS
    • Dictionary of Greek and Roman Geography (1854), O´RREA
    • Dictionary of Greek and Roman Geography (1854), PICE´NSII
    • Dictionary of Greek and Roman Geography (1854), RATIA´RIA
    • Dictionary of Greek and Roman Geography (1854), SAVUS
    • Dictionary of Greek and Roman Geography (1854), SCUPI
    • Dictionary of Greek and Roman Geography (1854), SINGIDU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), TALIA
    • Dictionary of Greek and Roman Geography (1854), TIMACUM MAJUS
    • Dictionary of Greek and Roman Geography (1854), TRICO´RNIUM
    • Dictionary of Greek and Roman Geography (1854), ULPIA´NUM
    • Dictionary of Greek and Roman Geography (1854), VEROMANDUI
    • Dictionary of Greek and Roman Geography (1854), VIMINA´CIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: