previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ τοῦ γένους τῶν διατιθεμένων Τρίτου δ̓ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ̓ δεῖ διαλαβεῖν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως καθ̓ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτίαν λαβόντες τῶν ἀστέρων, τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν, τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως. λαμβάνεται δὲ τούτων οἰκοδεσποτία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου, κατά τε τὰς ἔγγιστα καὶ φαινομένας συναφὰς ἀπορροίας καὶ τοὺς λόγους ἔχοντας τῶν συσχηματισμῶν, καὶ ἔτι κατὰ τὴν κυρίαν τῶν τε οἴκων καὶ τριγώνων καὶ ὑψωμάτων καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν [p. 170] οἰκοδεσποτίαν: εἰ δὲ μὴ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, δύο τοὺς πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας, ὡς πρόκειται, συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου εἰ δὲ πλείους εὑρίσκοιντο καθ̓ ἑκάτερον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον χρηματιστικώτερον τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτίαν. ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ χρόνῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμούς, καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει, ἤτοι συνανατείλαντα συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως. Θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων, συνεπισκεψώμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις ἐν οἷς τε ἔκλειψις καὶ οἱ τὴν κυρίαν λαβόντες ἀστέρες ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπὶ πᾶν λαμβανομένου. τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διὰ μέσων τῶν ζῳδίων [p. 172] κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας, περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον. τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδα περὶ τὰ ὅμοια τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ τὰ τοιαῦτα. καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα τῶν ζῴων καὶ βλαπτικὰ τοῦ τῶν ἀνθρώπων γένους, τὰ δὲ ἥμερα περὶ τὰ χρηστικὰ καὶ χειροήθη καὶ συνεργητικὰ πρὸς τὰς εὐετηρίας ἀναλόγως τοῖς καθ̓ ἕκαστα μορφώμασιν, οἷον ἵππων βοῶν προβάτων καὶ τῶν τοιούτων. ἔτι δὲ τῶν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις. πάλιν δὲ ἐν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες οἱ κύριοι τόποι οἷον Παρθένῳ, Τοξότῃ, Ὄρνιθι, Ἀετῷ καὶ τοῖς τοιούτοις, περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθῦς. καὶ τούτων ἐν μὲν τοῖς θαλαττίοις, οἷον Καρκίνῳ, Αἰγόκερῳ, Δελφῖνι, περὶ τὰ θαλάττια, καὶ ἔτι τὰς τῶν στολῶν [p. 174] ἀναγωγάς ἐν δὲ τοῖς ποταμίοις οἷον Ὑδροχόῳ καὶ Ἰχθύσι, περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα: κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη. ὡσαύτως δ̓ ἐν τοῖς τροπικοῖς ἰσημερινοῖς ὄντες κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας, ἰδίως δὲ καὶ περὶ τὸ ἔαρ καὶ περὶ τὰ ἐκ τῆς γῆς φυόμενα. κατὰ μὲν γὰρ τὴν ἐαρινὴν ἰσημερίαν ὄντες περὶ τοὺς βλαστοὺς τῶν δενδρικῶν καρπῶν, οἷον ἀμπέλου, συκῆς, καὶ τῶν συνακμαζόντων: κατὰ δὲ τὴν θερινὴν τροπὴν περὶ τὰς τῶν καρποφορηθέντων συγκομιδὰς καὶ ἀποθέσεις: ἐν Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν: κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τὰ χορτικὰ καὶ τὰ τοιαῦτα: κατὰ δὲ τὴν χειμερινὴν τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν ἐπιπολάζοντα ὀρνέων ἰχθύων γένη ἔτι δὲ καὶ τὰ μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις ἐπισημαίνει: τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ ταῖς τῶν πολιτικῶν εἰθισμένων μεταβολαῖς: τὰ δὲ στερεὰ τοῖς θεμελίοις καὶ τοῖς οἰκοδομήμασι: τὰ δὲ δίσωμα καὶ τοῖς ἀνθρώποις καὶ τοῖς βασιλεῦσιν. ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον ἔχοντα τὴν θέσιν ἐν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ ἐσόμενον σημαίνει: τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλέας καὶ τὴν μέσην ἡλικίαν: τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν [p. 176] νομίμων μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς κατοιχομένους. Καὶ περὶ τὸ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους διάθεσις ἐπελεύσεται, τό τε τῆς ἐπισκοτήσεως τῶν ἐκλείψεων μέγεθος ὑποβάλλει καὶ αἱ τῶν τὸ αἴτιον ἐμποιούντων ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις. ἑσπέριοι μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι δὲ πρὸς τὰς σεληνιακάς, ἐπὶ τὸ ἔλαττον ὡς ἐπὶ πᾶν διατιθέασι: διαμετροῦντες δὲ ἐπὶ τὸ ἥμισυ: ἑῷοι δὲ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἑσπέριοι πρὸς τὰς σεληνιακὰς ἐπὶ τὸ πλεῖον

hide References (28 total)
  • Cross-references to this page (28):
    • Dictionary of Greek and Roman Geography (1854), CARA´NTONUS
    • Dictionary of Greek and Roman Geography (1854), CO´NVENAE
    • Dictionary of Greek and Roman Geography (1854), COSSIO
    • Dictionary of Greek and Roman Geography (1854), CURIA´NUM
    • Dictionary of Greek and Roman Geography (1854), DATII
    • Dictionary of Greek and Roman Geography (1854), DI´VONA
    • Dictionary of Greek and Roman Geography (1854), GA´LLIA TRANSALPINA
    • Dictionary of Greek and Roman Geography (1854), LEMOVICES
    • Dictionary of Greek and Roman Geography (1854), LIGER
    • Dictionary of Greek and Roman Geography (1854), LI´MONUM
    • Dictionary of Greek and Roman Geography (1854), MEDIOLA´NUM
    • Dictionary of Greek and Roman Geography (1854), NITIOBRIGES
    • Dictionary of Greek and Roman Geography (1854), NOVIOMAGUS
    • Dictionary of Greek and Roman Geography (1854), OEASSO
    • Dictionary of Greek and Roman Geography (1854), PETROCO´RII
    • Dictionary of Greek and Roman Geography (1854), PI´CTONES
    • Dictionary of Greek and Roman Geography (1854), PICTO´NIUM PROMONTO´RIUM
    • Dictionary of Greek and Roman Geography (1854), RATIA´TUM
    • Dictionary of Greek and Roman Geography (1854), REVESSIO
    • Dictionary of Greek and Roman Geography (1854), RUTE´NI
    • Dictionary of Greek and Roman Geography (1854), SA´NTONES
    • Dictionary of Greek and Roman Geography (1854), SECOR
    • Dictionary of Greek and Roman Geography (1854), SEGODU´NUM
    • Dictionary of Greek and Roman Geography (1854), SIGMAN
    • Dictionary of Greek and Roman Geography (1854), TARBELLI
    • Dictionary of Greek and Roman Geography (1854), VASATES
    • Dictionary of Greek and Roman Geography (1854), VELLAVI
    • Dictionary of Greek and Roman Geography (1854), VESUNNA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: