previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ἀστέρων Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεών ἐστι δύο, τό τε ἀρρενικὸν καὶ τὸ θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει ῾πλέον γὰρ ἐγγίνεται καθ̓ ὅλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ δ̓ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν̓, εἰκότως τὴν μὲν σελήνην καὶ τὸν τῆς Ἀφροδίτης ἀστέρα θηλυκοὺς ἡμῖν παραδεδώκασι διὰ τὸ πλέον ἔχειν ἐν τῷ ὑγρῷ, τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν γενῶν, καθ̓ ἐξ ἴσου τῆς τε ξηρᾶς καὶ τῆς ὑγρᾶς οὐσίας ἐστὶ ποιητικός. ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς: ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι, ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι. καὶ ἔτι παρὰ τοὺς πρὸς τὸν ὁρίζοντα: ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς μέχρι μεσουρανήσεως, καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς, ὡς ἀπηλιωτικοὺς ἀρρενοῦσθαι: ἐν δὲ τοῖς λοιποῖς δυσὶ τεταρτημορίοις ὡς λιβυκοὺς θηλύνεσθαι. [p. 42]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: