previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων Αἱ μὲν οὖν συνοικειώσεις τῶν ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπρόσωποι μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον καὶ σελήνην σχηματισμὸν ὅνπερ καὶ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους: οἷον ὅταν τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιῇ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος, ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις: λαμπήναις δὲ ἐν ἰδίαις εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις ὅταν κατὰ δύο καὶ πλείους τῶν προεκτεθειμένων [p. 112] τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐτῶν αὐξανομένης πρὸς ἐνέργειαν διὰ τὸ ὅμοιον καὶ συμπρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφυοῦς οἰκειότητος. χαίρειν δέ φασιν αὐτοὺς ὅταν κἂν μὴ πρὸς αὐτοὺς συνοικείωσις τῶν περιεχόντων ζῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μᾶλλον οὕτω γινομένης τῆς συμπαθείας. κοινωνοῦσι δὲ ὅμως καὶ κατὰ τὸν αὐτὸν τρόπον τῆς ὁμοιότητος: ὥσπερ ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τὸ τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ζῳδίων κράσεως.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: