previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κατὰ Χαλδαίους δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτω δὲ αὐταρκῆ πρός τε τὰς τῶν τριγώνων δεσποτίας ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι ῥαδίως τινὰ ἐπιβαλεῖν αὐταῖς. ἐν μὲν γὰρ τῷ πρώτῳ τριγώνῳ Κριῷ καὶ Λέοντι καὶ Τοξότῃ τὴν αὐτὴν ἔχοντι παῤ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν, πρῶτος μὲν λαμβάνει τοῦ τριγώνου κύριος, τοῦ Διός, εἶθ̓ ἑξῆς τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, ἐφεξῆς δὲ τῶν Διδύμων, τε τοῦ Κρόνου καὶ τοῦ Ἑρμοῦ: τελευταῖος δὲ τοῦ λοιποῦ τριγώνου κύριος, τοῦ Ἄρεως. ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγόκερῳ πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθ̓ τοῦ Κρόνου, πάλιν καὶ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ τοῦ Ἄρεως, [p. 100] τελευταῖος δὲ τοῦ Διός σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ καθ̓ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθ̓ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η, τῷ δὲ δευτέρῳ ζ, τῷ δὲ τρίτῳ ς, τῷ δὲ τετάρτῳ ε, τῷ δὲ τελευταίῳ δ, συμπληρουμένων οὕτω τῶν κατὰ τὸ ζῴδιον λ μοιρῶν. συνάγονται δὲ καὶ ἐκ τούτων τοῦ μὲν Κρόνου μοῖραι ἡμέρας μὲν οη, νυκτὸς δὲ ξς: τοῦ δὲ Διὸς οβ: τοῦ δὲ Ἄρεως ξθ: τῆς δὲ Ἀφροδίτης οε: τοῦ δὲ Ἑρμοῦ ἡμέρας μὲν ξς, νυκτὸς δὲ οη. γίνονται μοῖραι τξ. Τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα, ὡς ἔφαμεν, τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπὶ πᾶν τὰς μοίρας τῶν ὁρίων ταῖς κατατεταγμέναις ὑπ̓ αὐτῶν παραδειγματικαῖς γενέσεσιν. αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῆ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν [p. 102] εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γένοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον. ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τάξεως καὶ τῆς ποσότητος αὐτῶν μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μακρὸν ἦν καὶ μετὰ περιττῆς ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι, καὶ μόλις αὐτὴν τὴν τοῦ καθ̓ ὅλου προαίρεσιν δυνάμενον ἡμῖν ὑποτυπῶσαι: καὶ ταῦτα συνεφοδιαζούσης καὶ τῆς αὐτῶν τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει γοῦν τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον: ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ̓ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθ̓ ὅλου μὲν γὰρ μὲν β τούτων ἔχων ἀστὴρ οἰκοδεσποτίας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάττεται, κἂν κακοποιὸς : ὅπου δὲ τοῦτο οὐ συμβαίνει οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάττονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως [p. 104] τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν δὲ ἐφεξῆς οἱ ἀνὰ δύο ἔχοντες οἰκοδεσποτίας προταττόμενοι τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. μέντοι Καρκίνος καὶ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης, ἐπεὶ οὐ δίδοται τοῖς φωσὶ ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ τάξις αὐτοῖς οἱκεία φυλάττεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης ἑκάστῳ, δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς, εἰς συμπλήρωσιν τῶν λ. ἐπεὶ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον τριγώνου τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἄν τε ἐν αὐτῷ τῷ ζῳδίῳ ἄν τε ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τῆς διπλῆς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διος, διὰ τὸ [p. 106] βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη.

[p. 108]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: