previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ οἴκων ἑκάστου ἀστέρος Συνοικειοῦνται δὲ καὶ οἱ πλάνητες τοῖς τοῦ ζωδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν. ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα, τό τε τοῦ Καρκίνου ἐστὶ καὶ τὸ τοῦ Λέοντος, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς φωσίν, ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ. καὶ ἀκολούθως τὸ μὲν ἀπὸ τοῦ Λέοντος μέχρις Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ̓ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον, τὸ δὲ πρὸς [p. 80] σελήνην ἐσχηματισμένον. ἀκολούθως ταῖς τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν γὰρ τοῦ Κρόνου ψυκτικῷ μᾶλλον ὄντι τὴν φύσιν κατ̓ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φωτῶν ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος, τε Αἰγόκερως καὶ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν, καὶ ἔτι τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι. τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα, τε Τοξότης καὶ οἱ Ἰχθῦς, κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ σχηματισμοῦ. ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν, τε Σκορπίος καὶ Κριός, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι, τὴν τετράγωνον πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκράτῳ τε ὄντι καὶ ὑπὸ τὸν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα, αἵ τε Χηλαὶ καὶ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου [p. 82] διαστάσεως, καὶ ἐπειδήπερ οὐ πλέον δύο δωδεκατημορίων ἀστὴρ οὗτος ἐφ̓ ἑκάτερον τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου: ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ μηδεποτε πλέον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου ἐφ̓ ἑκάτερα διάστασιν ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φωτῶν, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.

hide References (6 total)
  • Cross-references to this page (6):
    • Dictionary of Greek and Roman Geography (1854), APO´COPA
    • Dictionary of Greek and Roman Geography (1854), NICO´NIS DROMUS
    • Dictionary of Greek and Roman Geography (1854), OPO´NE
    • Dictionary of Greek and Roman Geography (1854), SACHALI´TAE
    • Dictionary of Greek and Roman Geography (1854), SERA
    • Dictionary of Greek and Roman Geography (1854), ZINGIS PROMONTORIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: