previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷονκαὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις”. καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατ᾽ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων διαφορά, καὶ οὕτως ἐπιπλέκεις, “ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο”, καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷονὀρεγόμενοι τῆς ἐλευθερίας”. τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, “ἐκεῖνος γὰρ [p. 547] ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων”. ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου”.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: