next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεινοί τινες εἰσὶ νουθετεῖν ἑτέρους ἀφέντες ἑαυτούς. καὶ εἰ μέν γε ἐκ τοῦ εὐθέος προσιόντες ἐποίουν αὐτὸ, κέρδος ἦν ἄν. γὰρ ἐπείσθη τις ἂν, πείσας ἀπήλλακτο. νῦν δ᾽ ἑτέρους διακόνους ὑποβαλλόμενοι τῆς συμβουλῆς ὡς ἀληθῶς σκιαμαχεῖν ἀναγκάζουσι. καὶ τὰ προοίμια δὲ δεινῶς ἐκ κύκλου αὐτῶνὡς μὲν ἔχω πρὸς αὐτὸν εὐνοίας,’ ‘ὅτι μὲν εἷς εἰμι τῶν φιλούντωντὰ τοιαῦτα. ταῦτα δ᾽ ἐστὶ πλεῖν ναυτιᾶν. καὶ τοίνυν καὶ πρώην τις τὸ αὐτὸ πρόβλημα ποιησάμενος ἀπαγγέλλειν ἑνὶ τῶν ἐμῶν ἐκέλευε πρός με ὡς ἄρα οὐκ ὀρθῶς παραφθεγξαίμην μεταξὺ τοῦ ἐγκωμίου καὶ τῶν λόγων τῶν εἰς τὴν θεόν: οὐ γὰρ εἰκὸς ἄρα εἶναι περὶ αὑτοῦ καὶ τῶν αὑτοῦ τι λέγειν τινὰ, ἄλλως τε καὶ ἐν τοῖς ἀκριβῶς εἰδόσι, πάντως δὲ εἰδέναι πάντας περὶ τῶν λόγων τῶν ἡμετέρων ὅσον τε ὑπερέχουσι, τουτὶ [p. 492] γὰρ προσετίθει, καὶ ὅτι εἴ τι ἄλλο ἄλλῳ, καὶ τοῦτο ἡμῖν ἀπείργασται: πολλὰ τοιαῦτα ἐχαρίζετο, τοῦ παραδέξασθαι τὴν αἰτίαν ἡμᾶς. φέρε δὴ καὶ πρὸς τοῦτον ἀποκρινώμεθα, ἐπειδή γε καὶ χθιζὸς ἡμῖν ἑστιάτωρ ἔχει τὴν ἀξίαν. πόθεν οὖν ἂν αὐτὸν ἐπιχειρήσαιμεν ἀρξάμενοι μεταπαιδεύειν, ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα ὥστε καὶ ἑτέρους ἐπιχειρεῖν νουθετεῖν οὑτωσὶ ῥᾳδίως; ἐγὼ μὲν ὑπὸ σπουδῆς μοι δοκῶ τὸ τελευταῖον πρῶτον ποιήσειν, παρέξομαι γὰρ αὐτὸν καθ᾽ αὑτοῦ μάρτυρα, ὅτι συκοφαντεῖ. καὶ δὴ παρέστω μὲν ἁνὴρ, εἴτ᾽ οὖν πάρεστιν εἴτε μὴ, οὐ γὰρ οἶδά γε αὐτὸν ὅστις ὢν τυγχάνει, οὔκουν ἔγωγε οὐδ᾽ αὐτὸν ὅλως, ἀποκρινέσθω δὲ ὡς παρών. τὸ δὲ ἐρώτημα τοιοῦτον, ἄριστε ἀνδρῶν, ὅτι μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: