previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκείνοις, οἶμαι, δοκοῖεν ποιεῖν, ἀλλ᾽ αὐτὰ τὰ ἐναντιώτατα, ὥσπερ οἱ παρὰ τοὺς νόμους γράφοντες, νόμους δὲ ὅμως [p. 182] ὄνομα οἷς γράφουσι τιθέμενοι. Περικλῆς τοίνυν κάλλιστον νόμον περὶ δημηγοριῶν ἔθηκε, μηδαμοῦ τῆς σεμνότητος ὑφίεσθαι. πῶς οὖν τῆς περὶ ταῦτα ὀλιγωρίας αἴτιος; ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν οὐδ᾽ εἰς ὄνειδος φέρον, οὐδὲ κατηγορίας ἄξιον, οὐδέ γε συγγνώμης, ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς, εἰ ζητοίην ἀποδεικνύναι, πλήν γε τοσοῦτον ἂν εἴποιμι, — ἐμοὶ γὰρ εἴη εἴ τις ἄλλος δυσχεραίνει καὶ τρέποιτο ἅπαν εἰς ἐμὲ, καὶ οὐ μέμψομαι τῷ δαίμονιὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος εἰς ὅσον οἷόν τε κάλλιστα ἀνθρώπων μᾶλλον μυριάκις Δαρεῖος Ὑστάσπου γενέσθαι: καὶ μικρά μοι πάνθ᾽ ὡς ἀληθῶς πρὸς τοῦτ᾽ ἤδη φαίνεται. οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ, κἄν με προσπαίζων οὑτωσὶ πείθῃ, μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλ᾽ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα ἡνίκ᾽ ἂν ὡς παίζων λέγῃ. ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἂν εἰ ταῦτα διασύροιμεν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον ὅσῳπερ ἂν κρεῖττον τὸ δύνασθαι λέγειν. εἶεν. ἀργοὺς δὲ δὴ πῶς ἡμῖν ἐποίησεν Ἀθηναίους [p. 183]Περικλῆς; σὺ λίαν ἐνεργοὺς ἡμᾶς ποιήσεις, ἀναγκάζων πρὸς ἕκαστον τῶν εἰρημένων ἀποκρίνεσθαι, οὐχ οὗτός ἐστιν πανταχοῖ κομίζων ἐκείνους, οὐχ οὗτος μηδαμοῦ καθεύδειν ἐῶν, ἐπὶ μὲν Σάμῳ δέκατος αὐτὸς στρατηγῶν, ἀποκρύψας τοὺς ἄλλους ἅπαντας στρατηγοὺς καὶ δείξας ὄνομα ἄλλως ὄντας, καὶ τοὺς Σαμίους καταστήσας εἰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: