next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἶμαι δεῖν ὅστις μέλλει τὰ δέοντα ἐρεῖν, ψήφου κύριος ὀρθῶς ἔσεσθαι, μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλ᾽ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν, ὁποτέρωθι τἀληθὲς, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι μηδ᾽ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γ᾽ εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται: πάντες γὰρ ὕστεροι δή που τοῦ διώκοντος λέγουσιν: ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται, καὶ τραγῳδοὺς μὲν καὶ κιθαριστὰς καὶ τοὺς ἄλλους τοὺς ἐπὶ τῆς μουσικῆς μὴ ταυτὸν φέρεσθαι τῆς τε ἀξίας ὄνομα καὶ τῆς τάξεως, κληροῦν γε ἂν ἤρκει μόνον, ἀλλ᾽ ὅστις ἂν κάλλιστ᾽ ἀγωνίσηται, τοῦτον στεφανοῦν καὶ πρῶτον ἀναγορεύειν, κἂν ὕστατος εἰσελθὼν τύχῃ, τοὺς δὲ τῶν ἀστειοτέρων ἀγωνισμάτων ἀξιοῦντας ἀγωνιστὰς κριτὰς εἶναι οὕτω


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: