next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτως ἔχων, Ἀθηναῖοι, γνώμης ἀνέστηκα, ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆσαι ποτέροις προσθῶμαι, κἂν εἴ τις ἀναστὰς μικρὸν ὕστερον ἐξελέγξειε διαφεύγοντάς με τοὺς λογισμοὺς καὶ δείξειεν αὐτός τι βέλτιον, πρῶτος αὐτῷ πείθεσθαι: τοσοῦτον εὐνοίας οὐδὲ πρὸς ἑτέρους ἄνωθεν προϋπάρχον ἐστί μοι. δὲ καὶ θαρρούντως ἀνεστάναι με καὶ ἐμαυτὸν ἤδη [πεπεικέναι] πρὸς τοὺς ἑτέρους ἀποκλῖναι πεποίηκε, ταῦθ᾽ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ, τό γε τῆς γνώμης, ἣν ἔχω περὶ τούτων, κεφάλαιον εἰς μέσον θεὶς πρῶτον ἀμφοῖν. ἐγὼ δὴ βούλομαι Θηβαίους μὲν ὑμῖν ἐπὶ Λακεδαιμονίους ὑπάρχειν, Λακεδαιμονίους δ᾽ ἐπὶ Θηβαίους πάλιν, καὶ μηδετέρους πράττειν εὐτυχέστερον τῇ πόλει συμφέρει. εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν καὶ περὶ τῶν αὐτῶν ἦν λόγος ἀμφοτέροις, οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα: ῥοπῆς δὲ τοσαύτης ἐπὶ τοὺς Θηβαίους γεγονυίας τῶν μὲν τὴν ἀσθένειαν, τῶν δὲ τὴν δύναμιν φοβοῦμαι. εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει, πρῶτον μὲν διπλᾶ πράγματα ἂν εἴχομεν, ἔπειτα δὲ ἑκάτερον κατὰ καιρὸν ἔδει τὸν αὑτοῦ ποιεῖν: συμπεπτωκότων δὲ εἰς ταυτὸν ἀμφοῖν χρήσασθαι τῇ τοῦ καιροῦ συνόδῳ δοκεῖ μοι καὶ τοσοῦτον ἐκείνοις εἰσενεγκεῖν, ὅσονπερ τούτων ἀφελεῖν [p. 612] συμφέρει. ἡγοῦμαι γὰρ ἐξισωθέντας μὲν αὐτοὺς ὑφ᾽ ἡμῶν τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι, ἀναιρεθέντων δὲ τῶν ἑτέρων πρὸς ἡμᾶς ἤδη τὸν λόγον τοῖς κρατήσασιν ἔσεσθαι. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον, ἐκποδὼν μὲν ἡμᾶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: