next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θέρους ὥρᾳ πονήρως εἶχεν στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον: καὶ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα. καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου: ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν. ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν. δ᾽ ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει. οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφ᾽ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου. καὶ ἠπόρησα μὲν τι ποιῶ. ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετ᾽ [p. 535]εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθ᾽ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει. ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλ᾽ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν. καὶ μέσαι τε ἤδη νύκτες καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: