previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφ᾽ μὲν αὐτῆς βαίνοι ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφ᾽ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφ᾽ ἁμαξῶν περιῄεσαν, ἀλλ᾽ ἐφ᾽ ἁρμαμαξῶν: νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς [p. 331] κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλ᾽ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι: ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες κατ᾽ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί: ἔδει δὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: