previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθηναῖοι, Λακεδαιμόνιοι, Βοιωτοί. Λακεδαιμόνιοι μὲν γὰρ ἠγάπησαν ἀναχωρήσαντες, Ἀθηναῖοι δὲ προῆλθον κατὰ πόδας τῆς μάχης, Βοιωτοὶ δὲ οὐκ ἀντέσχον, ἀλλ᾽ ἡττηθέντες ἐν Οἰνοφύτοις ὑπέκυψαν, καὶ μετ᾽ αὐτῶν Φωκεῖς καὶ Λοκροὶ νίκῃ μιᾷ. καὶ παρὰ μὲν τούτων ταύτην ἔλαβε δίκην πόλις ἀνθ᾽ ὧν τῷ βαρβάρῳ συνέστησαν ἐν τοῖς κοινοῖς τῆς Ἑλλάδος κινδύνοις. ἕτερον δ᾽ ἔργον αὐτῆς ἄξιον εἰπεῖν καὶ σφόδρα μέντοι καὶ τοῦτο βοῶν καὶ δηλοῦν ἔτι πόρρωθεν ὅτων εἴη: γενομένου γὰρ τοῦ [p. 257] περὶ τὴν Λακωνικὴν σεισμοῦ καὶ Λακεδαιμονίους τῶν περιοίκων περιστάντων καὶ πάντων ὡς ἀληθῶς ὥσπερ ἐν σεισμῷ ταραχθέντων τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἔφθησαν Λακεδαιμόνιοι καλέσαντες, καὶ παρῆν δῆμος ἐν τοῖς ὅπλοις, τῇ μὲν ἀνδρείᾳ θαρρῶν, ὑπὲρ δὲ ἐκείνων ὡς ὑπὲρ τῆς αὑτοῦ σωτηρίας περιδεής: καὶ τοὺς παρόντας ἔλυσε φόβους τῇ Λακεδαιμονίᾳ καὶ δίκην λαβεῖν εἰσαῦθις παρεσκεύασεν αὐτῶν. οὕτως ἄρα οὐδαμοῦ τὰς πράξεις οὐδὲ τὰ τολμήματα τῆς πόλεως ἀσπάσασθαι μᾶλλον ἔστιν τὸ τῶν ἔργων ἦθος, ἀκριβέστερον τροπαίου σημαῖνον τοὺς εἰργασμένους. τὸν δ᾽ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμαχίας καὶ τὴν Εὐβοέων σωφρονισθεῖσαν ἀπόστασιν καὶ πολλὰ ἕτερα ἔξεστι δὴ καὶ παραλιπεῖν. τέλος δὲ κρατήσασα πάντας εἰρήνην ποιεῖται, ἧς ἄξιον μνησθῆναι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς τοὺς βαρβάρους καὶ πρὸς τοὺς Ἕλληνας ἐσπείσατο, ἀλλ᾽ ἐνήλλαξεν. ἐκείνων μὲν γὰρ ἀφεῖλε πᾶσαν τὴν κάτω χώραν καὶ τὴν ἐντὸς ὧν εἶπον θάλατταν, τοῖς δὲ Ἕλλησιν ὧν ἐπὶ τοῦ πολέμου κατέστη κυρία, ταῦτ᾽ ἀπέδωκε, Μέγαρα, Τροιζῆνα, Πηγὰς, πᾶν τὸ Ἀχαϊκόν. καὶ δῆλον ὡς κρατοῦσα τὴν εἰρήνην συνέθετο: οὐ γὰρ ἦν τι ἀνταπέλαβεν, ἀλλὰ δυοῖν ἓν τὸ αὐτὸ σύμβολον ἐξήνεγκε, καὶ τοῦ περιεῖναι τῷ πολέμῳ καὶ τῆς ἐμφύτου χρηστότητος, [p. 258] ἡγουμένη πρὸς μὲν τοὺς βαρβάρους δεῖν πολεμεῖν ἄχρι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: