next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ φίλτατε Ἡράκλεις σέ γε ἐπαινεῖν ἄθλων ἥδιστος: πάντως δὲ πολυύμνητος εἶ. πολλοὶ μὲν γὰρ οἱ καταλογάδην ᾁδοντες τὰ σὰ, πολλὰ δὲ ποιηταὶ κατὰ πάντας τρόπους ὑμνήκασι: μέγιστον δὲ καθ᾽ ἡμέραν ὑπὸ πάντων ἔπαινος ἐπὶ πάσης τῆς παραπιπτούσης προφάσεως ἀεὶ γιγνόμενος. καὶ θαῦμά γ᾽ οὐδὲν τοσοῦτον τῆς ἀνθρωπείας φύσεως ὑπερᾶραι πατὴρ μὲν τὰ πρῶτα τῶν ὄντων, μήτηρ δὲ ἣν ἐκεῖνος ἐξ ἁπασῶν προὔκρινε. τοσαύτην δὲ ἔσχε τὴν σπουδὴν εἰς τὴν γένεσιν αὐτοῦ ὥστε τρεῖς ἡμέρας καὶ νύκτας ἑξῆς, ὥς φασι, συνῆν αὐτῇ, βουλόμενος τῆς αὑτοῦ φύσεως ὅτι πλεῖστον καὶ ἀκριβέστατον εἰς τὰς γονὰς καταθέσθαι. ἦν γὰρ ὑπὲρ τῶν ὅλων βουλὴ, ὅπως κοσμηθείη τὰ τῶν ἀνθρώπων πράγματα καὶ γῆ καὶ θάλαττα ἐνεργὰ κατασταίη. καὶ γίγνεται δὴ οὕτως Ἡρακλῆς συνεργὸς τῷ πατρὶ καὶ ὕπαρχος τῶν ὑπὸ τὸν τῆς σελήνης πόλον, καὶ τὰ σημεῖα εὐθὺς ἠκολούθησεν. ἐπελθόντας γὰρ αὐτῷ τοὺς δράκοντας ἐπὶ τὰ σπάργανα ἀντ᾽ ἄλλης κινήσεως τῆς χειρὸς διεχρήσατο: παῖς δ᾽ ἔτ᾽ ἦν καὶ Θηβαίους ἀντ᾽ ἄλλης παιδιᾶς ἠλευθέρωσε τοῦ δασμοῦ, ὃν ἐκεῖνοι συχνὸν ἤδη χρόνον Ὀρχομενίοις [p. 54]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: