previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ode 17

Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον
Θησέα δὶς ἑπτά τ᾽ ἀγλαοὺς ἄγουσα
κούρους Ἰαόνων
Κρητικὸν τάμνε πέλαγος:
5τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ
βορήϊαι πίτνον αὖραι
κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας:
1 κνίσεν τε Μίνωϊ κέαρ
ἱμεράμπυκος θεᾶς
10Κύπριδος αἰνὰ δῶρα:
χεῖρα δ᾽ οὐκέτι παρθενικᾶς
ἄτερθ᾽ ἐράτυεν, θίγεν
δὲ λευκᾶν παρηΐδων:
βόασέ τ᾽ Ἐρίβοια χαλκο-
15θώρακα Πανδίονος
ἔκγονον: ἴδεν δὲ Θησεύς,
μέλαν δ᾽ ὑπ᾽ ὀφρύων
δίνασεν ὄμμα, καρδίαν τέ ϝοι
σχέτλιον ἄμυξεν ἄλγος,
20εἶρέν τε: Διὸς υἱὲ φερτάτου,
ὅσιον οὐκέτι τεᾶν
ἔσω κυβερνᾷς φρενῶν
θυμόν: ἴσχε μεγαλοῦχον ἥρως βίαν.
τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
25ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-
λαντον, πεπρωμέναν
αἶσαν ἐκπλήσομεν, ὅταν
ἔλθῃ: σὺ δὲ βαρεῖαν κάτε-
χε μῆτιν. εἰ καί σε κεδνὰ
30τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
μιγεῖσα Φοίνικος ἐρα-
τώνυμος κόρα βροτῶν
φέρτατον, ἀλλὰ κἀμὲ
Πιτθέος θυγάτηρ ἀφνεοῦ
35πλαθεῖσα ποντίῳ τέκεν
Ποσειδᾶνι, χρύσεον
τέ ϝοι δόσαν ἰόπλοκοι
κάλυμμα Νηρηΐδες.
τῶ σε, πολέμαρχε Κνωσίων,
40κέλομαι πολύστονον
ἐρύκεν ὕβριν: οὐ γὰρ ἂν θελοι-
2 μ᾽ ἀμβρότου ἐραννὸν Ἀοῦς
ἰδεῖν φάος, ἐπεί τιν᾽ ἠϊθέων
σὺ δαμάσειας ἀέκον-
45τα: πρόσθε χειρῶν βίαν
δείξομεν: τὰ δ᾽ ἐπιόντα δαίμων κρινεῖ.
τόσ᾽ εἶ]πεν ἀρέταιχμος ἥρως:
τάφον δὲ ναυβάται
φωτὸς] ὑπεράφανον
50θάρσος: Ἁλίου τε γαμβρῷ χολώ[σατ᾽ ἦτορ,
ὕφαινέ τε ποταινίαν
μῆτιν, εἶπέν τε: μεγαλοσθενὲς
Ζεῦ πάτερ, ἄκουσον: εἴπερ μ[ε κούρ]α
Φοίνισσα λευκώλενος σοὶ τέκε,
55νῦν πρόπεμπ᾽ ἀπ᾽ οὐρανοῦ θ[οὰν
πυριέθειραν ἀστραπὰν
σᾶμ᾽ ἀρίγνωτον: εἰ
δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
φύτευσεν Αἴθρα Ποσει-
60δᾶνι, τόνδε χρύσεον
χειρὸς ἀγλαὸν
ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
εἴσεαι δ᾽ αἴ κ᾽ ἐμᾶς κλύῃ
65Κρόνιος εὐχᾶς
ἀναξιβρόντας πάντων μεδέων.
κλύε δ᾽ ἄμετρον εὐχὰν μεγασθενὴς
Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε
τιμὰν φίλῳ θέλων
70παιδὶ πανδερκέα θέμεν,
ἄστραψέ θ᾽: δὲ θυμάρμενον
ἰδὼν τέρας πέτασε χεῖρας
κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
εἶρέν τε: Θησεῦ, σὺ τάδε
75μὲν βλέπεις σαφῆ Διὸς
δῶρα: σὺ δ᾽ ὄρνυ᾽ ἐς βα-
ρύβρομον πέλαγος: Κρονίδας
3 δέ τοι πατὴρ ἄναξ τελεῖ
Ποσειδὰν ὑπέρτατον
80κλέος χθόνα κατ᾽ ἠΰδενδρον.
ὣς εἶπε: τῷ δ᾽ οὐ πάλιν
θυμὸς ἀνεκάμπτετ᾽, ἀλλ᾽ εὐ-
πάκτων ἐπ᾽ ἰκρίων
σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
85δέξατο θελημὸν ἄλσος.
τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
κέαρ, κέλευσέ τε κατ᾽ οὖ-
ρον ἴσχεν εὐδαίδαλον
νᾶα: μοῖρα δ᾽ ἑτέραν ἐπόρσυν᾽ ὁδόν.
90ἵετο δ᾽ ὠκύπομπον δόρυ: σόει
νιν βορεὰς ἐξόπιν πνέουσ᾽ ἀήτα:
τρέσσαν δ᾽ Ἀθαναίων
ἠϊθέων πᾶν γένος, ἐπεὶ
ἥρως θόρεν πόντονδε, κα-
95τὰ λειρίων τ᾽ ὀμμάτων δά-
κρυ χέον, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν:
φέρον δὲ δελφῖνες ἁλι-
ναιέται μέγαν θοῶς
Θησέα πατρὸς ἱππί-
100ου δόμον, μέγαρόν τε θεῶν
μόλεν: τόθι κλυτὰς ἰδὼν
ἔδεισ᾽ ὀλβίοιο Νη-
ρέος κόρας: ἀπὸ γὰρ ἀγλα-
ῶν λάμπε γυίων σέλας
105ὧτε πυρός, ἀμφὶ χαίταις
δὲ χρυσεόπλοκοι
δίνηντο ταινίαι: χορῷ δ᾽ ἔτερ-
πον κέαρ ὑγροῖσι ποσσίν:
σεμνάν τε πατρὸς ἄλοχον φίλαν
110ἴδε βοῶπιν ἐρατοῖ-
σιν Ἀμφιτρίταν δόμοις:
νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
κόμαισί τ᾽ ἐπέθηκεν οὔλαις
4 ἀμεμφέα πλόκον,
τόν ποτέ ϝοι ἐν γάμῳ
δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
ἄπιστον τι δαίμονες
θέωσιν οὐδὲν φρενοάραις βροτοῖς:
νᾶα παρὰ λεπτόπρυμνον φάνη: φεῦ,
120οἵαισιν ἐν φροντίσι Κνώσιον
ἔσχασεν στραταγέταν, ἐπεὶ
μόλ᾽ ἀδίαντος ἐξ ἁλὸς
θαῦμα πάντεσσι, λάμ-
πε δ᾽ ἀμφὶ γυίοις θεῶν δῶρ᾽, ἀγλαό-
125θρονοί τε κοῦραι σὺν εὐ-
θυμία νεοκτίτῳ
ὠλόλυξαν, ἔ-
κλαγεν δὲ πόντος: ἠΐθεοι δ᾽ ἐγγύθεν
νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
130Δάλιε, χοροῖσι Κηΐων
φρένα ἰανθεὶς
ὄπαζε θεόπομπον ἐσθλῶν τύχαν.

1 Column 33

2 Column 34

3 Column 35

4 Column 36

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien, 1991)
hide References (50 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: