Ode 13
Πυθέᾳ Αιγινήτῃ
ΠαγκρατιαστῇΝέμεα
1
2
¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯¯ ˘ ˘ ¯ ˘ ˘ λειω
10¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ´ ̣ ε̣ρ̣[
¯ ˘ ˘ ¯ ˘ ˘ ¯
¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ δαν:
3 4 ὕβριος ὑψινόου
45παύσει, δίκας θνατοῖσι κραίνων:
οἵαν τινὰ δύσλοφον ὠ-
μηστᾷ λέοντι
[15] Περσείδας ἐφίησιν
χεῖρα παντοίαισι τέχναις:
50οὐ γὰρ] δαμασίμβροτος αἴθων
χαλ]κὸς ἀπλάτου θέλει
χωρε]ῖν διὰ σώματος, ἐ-
[20] γνάμ]φθη δ᾽ ὀπίσσω
φάσγα]νον: ἦ ποτέ φαμι
55τᾷδε] περὶ στεφάνοισι
παγκ]ρατίου πόνον Ἑλ-
λάνεσσι]ν ἱδρώεντ᾽ ἔσεσθαι.
[25] ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς
Νίκας ἐ]ρ[ικ]υδέος ἀν-
60δεθε]ῖσιν ἄνθεα,
χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ-
ῶνι] τρέφει παύροις βροτῶν
[30] αἰ]εί, καὶ ὅταν θανάτοιο
κυάνεον νέφος καλύψῃ, λείπεται
65ἀθάνατον κλέος εὖ ἐρ-
χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
[35] Λάμπωνος υἱέ,
πανθαλέων στεφάνοισιν
70ἀνθέων] χαίταν ἐρεφθείς,
!!!!!!] πόλιν ὑψιάγυιαν
!!!!!!! τε]ρψιμβρότων
![!!!!!!!!!] ἁβ̣[ροπν]όων
κώμων πατρῴαν
75νᾶσον, ὑπέρβιον ἰσχὺν
παμμαχιᾶν ἀναφαίνων.
ὦ ποταμοῦ θύγατερ
[45] δινᾶντος Αἴγιν᾽ ἠπιόφρον,
5 ἦ τοι μεγάλαν [Κρονίδας
80ἔδωκε τιμὰν
ἐν πάντεσσιν [ἀγῶσιν,,
πυρσὸν ὣς Ἕλλ[ασι ¯×
[50] φαίνων: τό γε σὸ[ν κλέος αἰ]νεῖ
καί τις ὑψαυχὴς κό[ρα,
85¯¯˘˘¯˘˘ραν
πόδεσσι ταρφέω[ς,
ἠΰτε νεβρὸς ἀπενθής,
[55] ἀνθεμόεντας ἐπ᾽ [ὄχθους
κοῦφα σὺν ἀγχιδό[μοις
90θρῴσκουσ᾽ ἀγακλειτα[ῖς ἑταίραις:
ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
ἀνθέων δόνακός τ᾽ ἐ[πιχω-
[60] ρίαν ἄθυρσιν
παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
95δέσποινα παγξε[ίνου χθονός,
Ἐνδαΐδα τε ῥοδό[παχυν,
ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
[65] καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,
Αἰακῷ μειχθεῖσ᾽ ἐν ε[ὐναῖς:
100τῶν θ᾽ υἷας ἀερσιμάχους,
ταχύν τ᾽ Ἀχιλλέα
εὐειδέος τ᾽ Ἐριβοίας
[70] παῖδ᾽ ὑπέρθυμον βοα[θόον
Αἴαντα σακεσφόρον ἥ[ρω,
105ὅς τ᾽ ἐπὶ πρύμνᾳ σταθεὶς
ἔσχεν θρασυκάρδιον [ὁρ-
μαίνοντα ν[ᾶας
[75] θεσπεσίῳ πυ[ρὶ καῦσαι
Ἕκτορα χαλ[κεομίτρα]ν,
110ὁππότε Π[ηλεΐδας
τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν
ὠρίνατ[ο, Δαρδανίδας
[80] τ᾽ ἔλυσεν ἄ[τας:
οἳ πρὶν μὲν [πολύπυργο]ν
6 115Ἰλίου θαητὸν ἄστυ
οὐ λεῖπον, ἀτυζόμενοι [δὲ
πτ]ᾶσσον ὀξεῖαν μάχαν,
[85] εὖτ᾽ ἐν πεδίῳ κλονέων
μαίνοιτ᾽ Ἀχιλλεύς,
120λαοφόνον δόρυ σείων:
ἀλλ᾽ ὅτε δὴ πολέμοιο
λῆξεν ἰοστεφάνου
[90] Νηρῇδος ἀτρόμητος υἱός:
ὥστ᾽ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας
125πόντῳ βορέας ὑπὸ κύ-
μασιν δαΐζει
νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ
[95] λῆξεν δὲ σὺν φαεσιμβρότῳ
ἀοῖ, στόρεσεν δέ τε πόντον
130οὐρία: νότου δὲ κόλπ[ωσαν πνοᾷ
ἱστίον, ἁρπαλέως τ᾽ ἄ-
ελπτον ἐξίκοντο χέρσον:
ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
[101] χματὰν Ἀχιλλέα
135μίμνοντ᾽ ἐν κλισίῃσιν
εἵνεκεν ξανθᾶς γυναικός,
Βρισηΐδος ἱμερογυίου,
[105] θεοῖσιν ἄντειναν χέρας,
φοιβὰν ἐσιδόντες ὑπαὶ
140χειμῶνος αἴγλαν:
πασσυδίᾳ δὲ λιπόντες
τείχεα Λαομέδοντος
[110] ἐς πεδίον κρατερὰν
ἄϊξαν ὑσμίναν φέροντες:
145ὦρσάν τε φόβον Δαναοῖς:
ὤτρυνε δ᾽ Ἄρης
εὐεγχής, Λυκίων τε
[115] Λοξίας ἄναξ Ἀπόλλων:
ἷξόν τ᾽ ἐπὶ θῖνα θαλάσσας:
7 150ναυσὶ δ᾽ εὐπύμνοις παραὶ
μάρναντ᾽, ἐναριζομένων
δ᾽ ἔρ]ευθε φώτων
[120] αἵμα]τι γαῖα μέλαινα
Ἑκτορ]έας ὑπὸ χειρός,
155πῆμα μ]έγ᾽ ἡμιθέοις
!!!!!] ἰσοθέων δι᾽ ὁρμάν.
!!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
[125] !!!!]οντες ὑπερφίαλον
[ׯ˘¯¯]
160!!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-
¯¯˘¯¯¯] νέας
¯¯˘˘ εἰλα]πίνας τ᾽ ἐν
[130] ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
μέλλον ἄρα πρότερον δι-
165νᾶντα φοινίξειν Σκάμανδρον,
θνᾴσκοντες ὑπ᾽ Αἰακίδαις
ἐρειψ[ιτ]ο̣ί ̣[χοις:
[135] τῶν εἰ καὶ τ[˘˘¯¯
ἢ βαθυξύλω[ι˘¯¯
8 175οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
πασιφανὴς Ἀρετὰ
κρυφθεῖσ᾽ ἀμαυρο[ῦται δνόφοισιν,
ἀλλ᾽ ἔμπεδον ἀκ[αμάτᾳ
[146] βρύουσα δόξᾳ
180στρωφᾶται κατὰ γᾶν [τε
καὶ πολυπλάγκταν θ[άλασσαν.
καὶ μὰν φερεκυδέα ν[ᾶσον
[150] Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
κλείᾳ δὲ φιλοστεφ[άνῳ
9 185πόλιν κυβερνᾷ,
Εὐνομία τε σαόφρων,
ἃ θαλίας τε λέλογχεν
[155] ἄστεά τ᾽ εὐσεβέων
ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει:
νίκαν τ᾽ ἐρικυδέα μέλπετ᾽, ὦ νέοι,
Πυθέα, μελέταν τε βροτω-
φελέα Μενάνδρου,
[160] τὰν ἐπ᾽ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
τίμασεν ἁ χρυσάρματος
195σεμνὰ μεγάθυμος Ἀθάνα,
μυρίων τ᾽ ἤδη μίτραισιν ἀνέρων
ἐστεφάνωσεν ἐθείρας
[165] ἐν πανελλάνων ἀέθλοις.
εἰ μή τινα θερσιεπὴς
200φθόνος βιᾶται,
αἰνείτω σοφὸν ἄνδρα
σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
[170] πάντεσσι μέν ἐστιν ἐπ᾽ ἔργοις:
ἁ δ᾽ ἀλαθεία φιλεῖ
205νικᾶν, ὅ τε πανδαμάτωρ
χρόνος τὸ καλῶς
ἐ]ργμένον αἰὲν ἀ[έξει:
[175] δυσμενέων δὲ μα[ταία
γλῶσσ᾽ ἀϊδ]ὴς μιν[ύθει
10 11 220ἐλπίδι θυμὸν ἰαίνει:
τᾷ καὶ ἐγὼ πίσυνο[ς
φοινικοκραδέμνοισ[ι Μούσαις
ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
[191] φαίνω, ξενίαν τε [φιλά-
225γλαον γεραίρω,
τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
βληχρὰν ἐπαθρήσαις τ[ίει,
[195] τὰν εἴ γ᾽ ἐτύμως ἄρα Κλειὼ
πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
230τερψιεπεῖς νιν ἀοιδαὶ
παντὶ καρύξοντι λαῷ.