previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16] Παραποτάμιοι δ᾽ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας: κεῖσθαι δ᾽ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ [p. 598] καὶ τοῦ Ἁδυλίου ὄρους πενταστάδιον σχεδόν τι ἀπολειπόντων ἀνὰ μέσον χωρίον, διαιρεῖν δὲ τὸν Κηφισσὸν στενὴν ἑκατέρωθεν διδόντα πάροδον, τὰς μὲν ἀρχὰς ἐκ Λιλαίας ἔχοντα Φωκικῆς πόλεωςκαθάπερ καὶ Ὅμηρός φησινοἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο’), εἰς δὲ τὴν Κωπαΐδα λίμνην ἐκδιδόντα: τὸ δὲ Ἁδύλιον παρατείνειν ἐφ᾽ ἑξήκοντα σταδίους μέχρι τοῦ Ἀκοντίου, ἐφ᾽ κεῖται Ὀρχομενός. καὶ Ἡσίοδος δ᾽ ἐπὶ πλέον περὶ τοῦ ποταμοῦ λέγει καὶ τῆς ῥύσεως, ὡς δι᾽ ὅλης ῥέοι τῆς Φωκίδος σκολιῶς καὶ δρακοντοειδῶςπαρὲκ Πανοπῆα διὰ Γλήχωνά τ᾽ ἐρυμνὴν καί τε δι᾽ Ὀρχομενοῦ εἱλιγμένος εἶσι δράκων ὥς.’ τὰ δὲ στενὰ τὰ περὶ τοὺς Παραποταμίους τὴν Παραποταμίανλέγεται γὰρ ἀμφοτέρωςπεριμάχητα ὑπῆρξεν ἐν τῷ Φωκικῷ πολέμῳ, μίαν ἐχόντων ταύτην ἐμβολὴν εἰς τὴν Φωκίδα: ἔστι δὲ Κηφισσὸς τε Φωκικὸς καὶ Ἀθήνησι καὶ ἐν Σαλαμῖνι, τέταρτος δὲ καὶ πέμπτος ἐν Σικυῶνι καὶ ἐν Σκύρῳ1, ἐν Ἀπολλωνίᾳ δὲ τῇ πρὸς Ἐπιδάμνῳ πηγή ἐστι κατὰ τὸ γυμνάσιον, ἣν καλοῦσι Κηφισσόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: