previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13]

μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ποιητὴς εἴρηκενἈνθηδόνα τ᾽ ἐσχατόωσαν.’ εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρ᾽ ἣν Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου: ἐμνήσθημεν δ᾽ αὐτοῦ καὶ πρότερον. δίαρμα δ᾽ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους: κεῖται δ᾽ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις: ἐγγὺς δὲ τῶν Αἰγῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: