previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[9] τὴν δὲ ἀκρόπολιν τῶν Ἀργείων οἰκίσαι λέγεται Δαναός, ὃς τοσοῦτον τοὺς πρὸ αὐτοῦ δυναστεύοντας ἐν τοῖς τόποις ὑπερβαλέσθαι δοκεῖ ὥστε κατ᾽ ΕὐριπίδηνΠελασγιώτας ὠνομασμένους τὸ πρὶν
Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ᾽ ἀν᾽ Ἑλλάδα.
1ἔστι δὲ καὶ τάφος αὐτοῦ κατὰ μέσην τὴν τῶν Ἀργείων ἀγοράν: καλεῖται δὲ πλίνθος. οἶμαι δ᾽ ὅτι καὶ Πελασγιώτας καὶ Δαναούς, ὥσπερ καὶ Ἀργείους, δόξα τῆς πόλεως ταύτης ἀπ᾽ αὐτῆς καὶ τοὺς ἄλλους Ἕλληνας καλεῖσθαι παρεσκεύασεν: οὕτω δὲ καὶ Ἰασίδας καὶ Ἴασον Ἄργος. καὶ Ἀπίαν καὶ Ἀπιδόνας οἱ νεώτεροί φασιν: Ὅμηρος δ᾽ Ἀπιδόνας μὲν οὐ λέγει, ἀπίαν δὲ τὴν πόρρω μᾶλλον. ὅτι δ᾽ Ἄργος τὴν Πελοπόννησον λέγει, προσλαβεῖν ἔστι καὶ τάδεἈργείη δ᾽ Ἑλένη
2 καὶἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος
3 καὶμέσον Ἄργος
4καὶπολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
5 Ἄργος δὲ καὶ τὸ πεδίον λέγεται παρὰ τοῖς νεωτέροις, παρ᾽ Ὁμήρῳ δ᾽ οὐδ᾽ ἅπαξ: μάλιστα δ᾽ οἴονται Μακεδονικὸν καὶ Θετταλικὸν εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: