previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[17]

δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖταιοἵ θ᾽ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα
1οἳ δ᾽ Ἄργος τ᾽ εἶχον Τίρυνθά τε
Ἑρμιόνην τ᾽ Ἀσίνην τε
Τροιζῆν᾽ Ἠιόνας τε.
2ἄλλοτε δ᾽ οὐχ ὡς ἔστι τῇ τάξεισχοῖνόν τε Σκῶλόν τε
Θέσπειαν Γραῖάν τε.
3τά τ᾽ ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζειοἵ ῥ᾽ Ἰθάκην εἶχον,
καὶ Κροκύλει᾽ ἐνέμοντο.
4τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν. οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου. Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δ᾽ ἄλλοι θρυλοῦσι: περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους: ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα: εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς. εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους5. Ὅμηρος δ᾽ αὐτὰς οὐκ οἶδεν6.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: