previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

τῶν δὲ προταθεισῶν ἑπτὰ πόλεων τῷ Ἀχιλλεῖ περὶ μὲν Καρδαμύλης καὶ Φηρῶν εἰρήκαμεν καὶ Πηδάσου. Ἐνόπην δὲ οἱ μὲν τὰ Πέλλανά φασιν, οἱ δὲ τόπον τινὰ περὶ Καρδαμύλην, οἱ δὲ τὴν Γερηνίαν: τὴν δὲ Ἱρὴν κατὰ τὸ ὄρος δεικνύουσι τὸ κατὰ τὴν Μεγαλόπολιν τῆς Ἀρκαδίας ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων, ἣν ἔφαμεν Οἰχαλίαν ὑπὸ τοῦ ποιητοῦ κεκλῆσθαι: οἱ δὲ [p. 512] τὴν νῦν Μεσόλαν οὕτω καλεῖσθαί φασι καθήκουσαν εἰς τὸν μεταξὺ κόλπον τοῦ Ταϋγέτου καὶ τῆς Μεσσηνίας. δ᾽ Αἴπεια νῦν Θουρία καλεῖται, ἣν ἔφαμεν ὅμορον Φαραῖς: ἵδρυται δ᾽ ἐπὶ λόφου ὑψηλοῦ, ἀφ᾽ οὗ καὶ τοὔνομα. ἀπὸ δὲ τῆς Θουρίας καὶ Θουριάτης κόλπος, ἐν πόλισμα ἦν Ῥίον τοὔνομα ἀπεναντίον Ταινάρου. Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν φασίν, Αἴπειαν δὲ τὴν Μεθώνην, οἱ δὲ τὴν μεταξὺ Ἀσίνην τῶν Μεσσηνίων πόλεων οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη καὶ ταύτην δέ τινες Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ. “ πᾶσαι δ᾽ ἐγγὺς ἁλός,
1Καρδαμύλη μὲν ἐπ᾽ αὐτῇ, Φαραὶ δ᾽ ἀπὸ πέντε σταδίων, ὕφορμον ἔχουσα θερινόν, αἱ δ᾽ ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάττης διαστήμασι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: