previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[5]

μεταξὺ δὲ τοῦ Χελωνάτα καὶ τῆς Κυλλήνης τε Πηνειὸς ἐκδίδωσι ποταμὸς καὶ Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος, ῥέων ἐκ Φολόης: ἐφ᾽ Ἐφύρα πόλις, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ τῆς Κορίνθου, τετάρτη τις ἐπὶ τῇ ὁδῷ κειμένη τῇ ἐπὶ Λασίωνα, ἤτοι αὐτὴ οὖσα τῇ Βοινώᾳτὴν γὰρ Οἰνόην οὕτω καλεῖν εἰώθασιν πλησίον ἐκείνης, διέχουσα τῆς Ἠλείων πόλεως σταδίους ἑκατὸν εἴκοσιν: ἐξ ἧς τε Τληπολέμου τοῦ Ἡρακλέους δοκεῖ λέγεσθαι μήτηρτὴν ἄγετ᾽ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
1ἐκεῖ γὰρ μᾶλλον αἱ τοῦ Ἡρακλέους στρατεῖαι, πρὸς ἐκείναις τε οὐδεὶς ποταμὸς Σελλήεις), καὶ τοῦ Μέγητος θώραξτόν ποτε Φυλεὺς
ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
2 ἐξ ἧς καὶ τὰ φάρμακα τὰ ἀνδροφόνα. εἰς Ἐφύραν γὰρ ἀφῖχθαι Ἀθηνᾶ φησὶ τὸν Ὀδυσσέαφάρμακον ἀνδροφόνον διζήμενον, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι
3 καὶ τὸν Τηλέμαχον οἱ μνηστῆρεςἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν
ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ.
4 καὶ γὰρ τὴν Αὐγέου θυγατέρα τοῦ τῶν Ἐπειῶν βασιλέως Νέστωρ ἐν τῇ διηγήσει τοῦ πρὸς αὐτοὺς πολέμου φαρμακίδα εἰσάγειπρῶτος ἐγὼν ἕλον ἄνδρα φήσας
Μούλιον αἰχμητήν, γαμβρὸς δ᾽ ἦν Αὐγείαο,
πρεσβυτάτην δὲ [p. 482] θύγατρ᾽ εἶχεν,
τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών.
5 ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη, οἱ δ᾽ ἀπ᾽ αὐτῆς Ἔφυροι: καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Μακεδονία, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: