previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[29]

ἐκ τούτων δὴ πῶς ἂν τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι τούτου πορθουμένου συνεπορθεῖτο καὶ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους: αὕτη δ᾽ ἐστὶν Ἠλεία. πῶς οὖν ἤμελλον οἱ συμπεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δ᾽ ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δ᾽ ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεὺς ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖχρεῖος μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ,
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν,
ἐλθόντες μετ᾽ ἄεθλα: περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι: τοὺς δ᾽ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
κάσχεθε, τὸν δ᾽ ἐλατῆρ᾽ ἀφίει.
1εἰ δ᾽ ἐνταῦθα ᾤκει Νηλεύς, ἐνταῦθα καὶ Νέστωρ ἐπῆρχε. πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίωντέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί, πολέες δ᾽ ἔμβαινον Ἐπειοί;
2εἰς τέτταρα δὲ καὶ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν Νέστωρ, “ οἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν
3καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Ἐπειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δ᾽ ἐκεῖ τῆς μάχης γενομένης τρεφθέντες ἐπὶ Βουπρασίου φεύγουσι; πάλιν δ᾽, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρθησεν Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτ᾽ ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ τοσαύτην περιελάσας λείαν συῶν τε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐδὲ μακροπορεῖν δύναται, πλειόνων χιλίων [p. 502] σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον, οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειὸν ἥκουσι πολιορκήσοντες τὸ φρούριον; πῶς δὲ ταῦτα τὰ χωρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνίᾳ δυναστεύουσιν ἐχόντων Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν; τὰ δὲ Γέρηνα τὴν Γερηνίανἀμφοτέρως γὰρ λέγεταιτάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες: δύναται δὲ καὶ κατὰ τύχην οὕτως ὠνομάσθαι τὸ χωρίον. τὸ δ᾽ ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμένης, ὑφ᾽ καὶ Λακωνικὴ ἐτέτακτοὡς δῆλον ἔσται καὶ ἐκ τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Ἀλφειοῦ δ᾽ οὐδαμῶςὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
4ἧς ἐπῆρχεν Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρούμενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις πάνθ᾽ ὑπ᾽ ἐκείνῳ ποιῶν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: