previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19]

ὑπὸ τούτοις ἐστὶν ἐν τῇ παραλίᾳ δύο ἄντρα, τὸ μὲν νυμφῶν Ἀνιγριάδων τὸ δὲ ἐν τὰ περὶ τὰς Ἀτλαντίδας καὶ τὴν Δαρδάνου γένεσιν. ἐνταῦθα δὲ καὶ τὰ ἄλση τό τε Ἰωναῖον καὶ τὸ Εὐρυκύδειον. τὸ μὲν οὖν Σαμικὸν ἔστιν ἔρυμα, πρότερον δὲ καὶ πόλις Σάμος προσαγορευομένη διὰ τὸ ὕψος ἴσως, ἐπειδὴ Σάμους ἐκάλουν τὰ ὕψη: τάχα δὲ τῆς Ἀρήνης ἀκρόπολις [p. 493] ἦν τοῦτο, ἧς ἐν τῷ καταλόγῳ μέμνηται ποιητήςοἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν.
1οὐδαμοῦ γὰρ σαφῶς εὑρίσκοντες ἐνταῦθα μάλιστα εἰκάζουσι τὴν Ἀρήνην, ὅπου καὶ παρακείμενος Ἄνιγρος ποταμός, καλούμενος πρότερον Μινύειος, δίδωσιν οὐ μικρὸν σημεῖον: λέγει γὰρ ποιητήςἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης.
2 πρὸς γὰρ δὴ τῷ ἄντρῳ τῶν Ἀνιγριάδων νυμφῶν ἐστι πηγή, ὑφ᾽ ἧς ἕλειον καὶ τιφῶδες τὸ ὑποπῖπτον γίνεται χωρίον: ὑποδέχεται δὲ τὸ πλεῖστον τοῦ ὕδατος Ἄνιγρος βαθὺς καὶ ὕπτιος ὢν ὥστε λιμνάζειν: θινώδης δ᾽ ὢν τόπος ἐξ εἴκοσι σταδίων βαρεῖαν ὀσμὴν παρέχει καὶ τοὺς ἰχθῦς ἀβρώτους ποιεῖ. μυθεύουσι δ᾽ οἱ μὲν ἀπὸ τοῦ τῶν τετρωμένων Κενταύρων τινὰς ἐνταῦθ᾽ ἀπονίψασθαι τὸν ἐκ τῆς Ὕδρας ἰόν, οἱ δ᾽ ἀπὸ τοῦ Μελάμποδα τοῖς ὕδασι τούτοις καθαρσίοις χρήσασθαι πρὸς τὸν τῶν Προιτίδων καθαρμόν: ἀλφοὺς δὲ καὶ λεύκας καὶ λειχῆνας ἰᾶται τὸ ἐντεῦθεν λουτρόν. φασὶ δὲ καὶ τὸν Ἀλφειὸν ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας οὕτως ὠνομάσθαι. ἐπεὶ οὖν τε ὑπτιότης τοῦ Ἀνίγρου καὶ αἱ ἀνακοπαὶ τῆς θαλάττης μονὴν μᾶλλον ῥύσιν παρέχουσι τοῖς ὕδασι, Μινυήιόν φασιν εἰρῆσθαι πρότερον, παρατρέψαι δέ τινας τοὔνομα καὶ ἀντ᾽ αὐτοῦ ποιῆσαι Μινυήιον. ἔχει δ᾽ ἐτυμότης καὶ ἄλλας ἀφορμάς, εἴτ᾽ ἀπὸ τῶν μετὰ Χλωρίδος τῆς Νέστορος μητρὸς ἐλθόντων ἐξ Ὀρχομενοῦ τοῦ Μινυείου, εἴτε Μινυῶν, οἳ τῶν Ἀργοναυτῶν ἀπόγονοι ὄντες ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον ἐντεῦθεν δ᾽ εἰς τὴν Τριφυλίαν, καὶ ᾤκησαν περὶ τὴν Ἀρήνην ἐν τῇ χώρᾳ τῇ νῦν Αἰπασίᾳ καλουμένῃ, οὐκ ἐχούσῃ οὐκέτι τὰ τῶν Μινυῶν κτίσματα: ὧν τινὲς μετὰ Θήρα τοῦ Αὐτεσίωνοςἦν δ᾽ οὗτος Πολυνείκους ἀπόγονοςπλεύσαντες [p. 494] εἰς τὴν μεταξὺ Κυρηναίας καὶ τῆς Κρήτης νῆσονκαλλίστην τὸ πάροιθε, τὸ δ᾽ ὕστερον οὔνομα Θήρην,
3 ὥς φησι Καλλίμαχος, ἔκτισαν τὴν μητρόπολιν τῆς Κυρήνης Θήραν, ὁμώνυμον δ᾽ ἀπέδειξαν τῇ πόλει καὶ τὴν νῆσον.

1 Hom. Il. 2.591

2 Hom. Il. 11.722

3 Callimachus Fr. 112 (Schneider)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: