previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[16]

τοῦ δὲ Πύλου πρὸς νότον ἐστὶ τὸ Λέπρειον. ἦν δὲ καὶ αὕτη πόλις ὑπὲρ τῆς θαλάττης ἐν τετταράκοντα σταδίοις: μεταξὺ δὲ τοῦ Λεπρείου καὶ τοῦ Ἀννίου τὸ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος ἔστιν, ἑκατὸν σταδίους ἑκατέρου διέχον. τοῦτο δ᾽ ἐστὶ τὸ ἱερὸν ἐν καταληφθῆναί φησιν ποιητὴς ὑπὸ Τηλεμάχου τὴν θυσίαν συντελοῦντας τοὺς Πυλίουςοἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
ἷξον: τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
ταύρους παμμέλανας, Ἐνοσίχθονι κυανοχαίτῃ.
1πάρεστι μὲν γὰρ τῷ ποιητῇ καὶ πλάττειν τὰ μὴ ὄντα, ὅταν δ᾽ δυνατόν, ἐφαρμόττειν τοῖς οὖσι τὰ ἔπη καὶ σώζειν τὴν διήγησιν. τὸ δ᾽ ἀπέχεσθαι προσῆκε μᾶλλον. χώραν δ᾽ εἶχον εὐδαίμονα οἱ Λεπρεᾶται: τούτοις δ᾽ ὅμοροι Κυπαρισσιεῖς. ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον, καὶ τὸν Μάκιστον δέ, ὅν τινες Πλατανιστοῦντα καλοῦσιν. ὁμώνυμον τῇ χώρᾳ δ᾽ ἐστὶ τὸ πόλισμα. φασὶ δ᾽ ἐν τῇ Λεπρεάτιδι καὶ Καύκωνος εἶναι μνῆμα, εἴτ᾽ ἀρχηγέτου τινὸς εἴτ᾽ ἄλλως ὁμωνύμου τῷ ἔθνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: