previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δ᾽ οὐκ ἔστιν: ἀλλ᾽ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα Ὕρμινα: Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα. πέτρην δ᾽ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν: ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ [p. 486] τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος: ἔστι δ᾽ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, τῆς Ἤλιδος μὲν διέστηκεν ἑκατὸν καὶ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, καὶ Δύμης τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων. τὸ δ᾽ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι: κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν: πρότερον δ᾽ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτ᾽ ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς: τὸ δ᾽ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ποιητὴς καλεῖ ὅταν φῇμέσφ᾽ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν
ἵππους πέτρης τ᾽ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται.
1 ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷκαὶ ἔνθ᾽ Ἀλεισίου κολώνη κέκληται.’ ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: