previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[33]

ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος: ἔχει δ᾽ Ἄθων πέντε πόλεις, Δῖον Κλεωνὰς Θύσσον Ὀλόφυξιν Ἀκροθώους: αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. ἔστι δ᾽ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον ὑψηλότατον: οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ [p. 464] Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι: εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί: εἶτα Φάγρης Γαληψὸς Ἀπολλωνία, πᾶσαι πόλεις: εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος τούτου παῖς διώριζον ἐν τοῖς κατ᾽ αὐτοὺς χρόνοις. εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα: ἀφ᾽ οὗ καὶ παροιμίαΔάτον ἀγαθῶν,’ ὡς καὶἀγαθῶν ἀγαθῖδας.’ Epit.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: