previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. Stephanus in Δωδώνη. [1α]

ἦν δὲ πρότερον περὶ Σκοτοῦσσαν πόλιν τῆς Πελασγιώτιδος τὸ χρηστήριον: ἐμπρησθέντος δ᾽ ὑπό τινων τοῦ δένδρου μετηνέχθη κατὰ χρησμὸν τοῦ Ἀπόλλωνος ἐν Δωδώνῃ. ἐχρησμῴδει δ᾽ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν: ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον. φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους: καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.Epit. (i. e. epitome edita). [2]

ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι: πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας: ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν. E. (i. e. epitome vaticana). [3]

ὅτι παροιμίατὸ ἐν Δωδώνῃ χαλκίονἐντεῦθεν ὠνομάσθη: χαλκίον ἦν ἐν τῷ ἱερῷ ἔχον ὑπερκείμενον ἀνδριάντα κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων: δὲ μάστιξ ἦν τριπλῆ ἁλυσιδωτὴ ἀπηρτημένους ἔχουσα ἐξ αὑτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκίον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως μετρῶν τὸν [p. 454] χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ τετρακόσια προέλθοι: ὅθεν καὶ παροιμία ἐλέχθη Κερκυραίων μάστιξ.’ Epit. [4]

δὲ Παιονία τούτοις μὲν ἔστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρᾳκίοις ὄρεσι, πρὸς ἄρκτον δ᾽ ὑπέρκειται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς στενὰ δι᾽ ὧν Ἀξιὸς ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς Πηνειὸς διὰ τῶν Τεμπῶν φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ: πρὸς νότον δὲ τοῖς Αὐταριάταις καὶ Δαρδανίοις καὶ Ἀρδιαίοις ὁμορεῖ: ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος Παιονία. E. [5]

ὅτι Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ. E. [6]

δ᾽ Ὀρεστὶς πολλὴ καὶ ὄρος ἔχει μέγα μέχρι τοῦ Κόρακος τῆς Αἰτωλίας καθῆκον καὶ τοῦ Παρνασσοῦ. περιοικοῦσι δ᾽ αὐτοί τε Ὀρέσται καὶ Τυμφαῖοι καὶ οἱ ἐκτὸς Ἰσθμοῦ Ἕλληνες οἱ περὶ Παρνασσὸν καὶ τὴν Οἴτην καὶ Πίνδον. ἑνὶ μὲν δὴ κοινῷ ὀνόματι καλεῖται Βοῖον τὸ ὄρος; κατὰ μέρη δὲ πολυώνυμόν ἐστιν. φασὶ δ᾽ ἀπὸ τῶν ὑψηλοτάτων σκοπιῶν ἀφορᾶσθαι τό τε Αἰγαῖον πέλαγος καὶ τὸ Ἀμβρακικὸν καὶ τὸ Ἰόνιον, πρὸς ὑπερβολὴν οἶμαι λέγοντες. καὶ τὸ Πτελεὸν ἱκανῶς ἐστιν ἐν ὕψει τὸ περικείμενον τῷ Ἀμβρακικῷ κόλπῳ, τῇ μὲν ἐκτεινόμενον μέχρι τῆς Κερκυραίας τῇ δ᾽ ἐπὶ τὴν κατὰ Λευκάδα θάλασσαν. E. [7]

ὅτι ἐπὶ γέλωτι ἐν παροιμίας μέρει γελᾶται Κέρκυρα ταπεινωθεῖσα τοῖς πολλοῖς πολέμοις. E. [8]

ὅτι Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλ᾽ ὑπὸ πολέμων τινῶν καὶ τυράννων ἐφθάρη: καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλ᾽ ἐπὶ λοιδορίᾳ [p. 455] παροιμίαν ἔλαβενἐλευθέρα Κόρκυρα, χέζ᾽ ὅπου θέλεις.’ Epit. [9]

λοιπὴ δ᾽ ἐστὶ τῆς Εὐρώπης τε Μακεδονία καὶ τῆς Θρᾴκης τὰ συνεχῆ ταύτῃ μέχρι Βυζαντίου καὶ Ἑλλὰς καὶ αἱ προσεχεῖς νῆσοι. ἔστι μὲν οὖν Ἑλλὰς καὶ Μακεδονία: νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι καὶ συνάψαι πρὸς τὴν ὅμορον αὐτῇ Θρᾴκην μέχρι τοῦ στόματος τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος. εἶτα μετ᾽ ὀλίγα μέμνηται Κυψέλων καὶ τοῦ Ἕβρου ποταμοῦ. καταγράφει δὲ καί τι σχῆμα παραλληλόγραμμον, ἐν σύμπασα Μακεδονία ἐστίν. E. [10]

ὅτι Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου: τὰ γὰρ ὄρη ταῦτα ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν: ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰοῦσιν ἕως Θεσσαλονικείας: καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλογράμμου ἔγγιστα. Epit. [11]

ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον νῦν Μακεδονία. ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπ᾽ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ. κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες: οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, [p. 456] ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ τὰ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος: ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ᾽ οἱ μὲν Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον: ὠνομάζοντο δ᾽ οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς. E. [11α]

τὸ δὲ ἐθνικὸν τοῦ Βόττεια διὰ τοῦ ι, ὡς Στράβων ἐν ζ. καλεῖται δὲ ἀπὸ Βόττωνος τοῦ Κρητὸς. Etymol. M. p. 206, 6. [12]

ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Ἁλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ἠπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ Ἐρίγων καὶ Ἀξιὸς καὶ ἕτεροι. E. [13]

ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυχοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας μὲν τεταμένη πρὸς νότον μέχρι Σουνίου, δὲ πρὸς ἕω μέχρι τῆς Θρᾳκίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν. εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθείσης ἀρκτέον. τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρισαίου κόλπου: μετὰ δὲ ταύτην Βοιωτική ἐστι παραλία πρὸς Εὔβοιαν: ὑπέρκειται δ᾽ αὐτῆς λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ. λέγει δὲ καὶ τὴν [p. 457] Ἐγνατίαν ὁδὸν τελευτᾶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου. E. [14]

τῶν ταινιῶν, φησίν, ἀφοριοῦμεν πρώτους τοὺς περὶ Πηνειὸν οἰκοῦντας καὶ τὸν Ἁλιάκμονα πρὸς θαλάττῃ. ῥεῖ δ᾽ Πηνειὸς ἐκ τοῦ Πίνδου ὄρους διὰ μέσης τῆς Θετταλίας πρὸς ἕω. διελθὼν δὲ τὰς τῶν Λαπιθῶν πόλεις καὶ Περραιβῶν τινας συνάπτει τοῖς Τέμπεσι, παραλαβὼν πλείους ποταμούς, ὧν καὶ Εὔρωπος, ὃν Τιταρήσιον εἶπεν ποιητής, τὰς πηγὰς ἔχοντα ἀπὸ τοῦ Τιταρίου ὄρους συμφυοῦς τῷ Ὀλύμπῳ, κἀντεῦθεν ἄρχεται διορίζειν τὴν Μακεδονίαν ἀπὸ τῆς Θετταλίας. ἔστι γὰρ τὰ Τέμπη στενὸς αὐλὼν μεταξὺ Ὀλύμπου καὶ Ὄσσης. φέρεται δ᾽ Πηνειὸς ἀπὸ τῶν στενῶν τούτων ἐπὶ σταδίους τετταράκοντα, ἐν ἀριστερᾷ μὲν ἔχων τὸν Ὄλυμπον, Μακεδονικὸν ὄρος μετεωρότατον, ἐν δὲ δεξιᾷ τὴν Ὄσσαν, ἐγγὺς τῶν ἐκβολῶν τοῦ ποταμοῦ. ἐπὶ μὲν δὴ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Γυρτὼν ἵδρυται, Περραιβικὴ πόλις καὶ Μαγνῆτις, ἐν Πειρίθους τε καὶ Ἰξίων ἐβασίλευσαν: ἀπέχει δ᾽ ὅσον σταδίους ἑκατὸν τῆς Γυρτῶνος πόλις Κραννών, καί φασιν, ὅταν εἴπῃ ποιητήςτὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης
1 καὶ ἑξῆς, Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους: ἐπὶ δὲ θάτερα Πιερία. E. [15]

ὅτι Πηνειὸς ποταμός, ῥέων διὰ τῶν Τεμπῶν, καὶ ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμενός τε τὸν Εὔρωπον ποταμόν, ὃν Ὅμηρος Τιταρήσιον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσσαλίαν δὲ πρὸς νότον. αἱ δὲ τοῦ Εὐρώπου ποταμοῦ πηγαὶ ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ἐστι συνεχὲς τῷ Ὀλύμπῳ. καὶ ἔστιν μὲν Ὄλυμπος [p. 458] τῆς Μακεδονίας, δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πήλιον. Epit. [16]

ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου παρὰ τὸν Πηνειὸν ποταμὸν Γυρτὼν ἔστι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν Πειρίθους τε καὶ Ἰξίων ἦρξαν. ἀπέχει δ᾽ ἑκατὸν τῆς Γυρτῶνος πόλεως Κραννών, καί φασιν, ὅταν εἴπῃ ποιητήςτὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης,
2 Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. Epit. [16α]

ἀπέχει δὲ σταδίους ἑκατὸν Γυρτῶνος Κραννὼν πόλις, ὥς φησι Στράβων. Stephanus in Κραννών. [16β]

Ὁμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. Stephanus v. Ὁμόλιον ef. Strabo 9 p.443 [17]

ὅτι τὸ Δῖον πόλις οὐκ ἐν τῷ αἰγιαλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλ᾽ ὅσον ἑπτὰ ἀπέχει σταδίους: ἔχει δ᾽ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν. Epit. [18]

ὅτι ὑπὸ τῷ Ὀλύμπῳ πόλις Δῖον. ἔχει δὲ κώμην πλησίον Πίμπλειαν: ἐνταῦθα τὸν Ὀρφέα διατρῖψαί φησι τὸν Κίκονα, ἄνδρα γόητα, ἀπὸ μουσικῆς ἅμα καὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν ἀγυρτεύοντα τὸ πρῶτον, εἶτ᾽ ἤδη καὶ μειζόνων ἀξιοῦντα ἑαυτὸν καὶ ὄχλον καὶ δύναμιν κατασκευαζόμενον: τοὺς μὲν οὖν ἑκουσίως ἀποδέχεσθαι, τινὰς δ᾽ ὑπιδομένους ἐπιβουλὴν καὶ βίαν ἐπισυστάντας διαφθεῖραι αὐτόν. ἐνταῦθα πλησίον καὶ τὰ Λείβηθρα. E. [19]

ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο. Epit. [20]

μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί: εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ Ἐρίγων ποταμὸς καὶ Λουδίας, μὲν ἐκ Τρικλάρων ῥέων δι᾽ Ὀρεστῶν [p. 459] καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ: δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι. μέση δ᾽ οὖσα Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα. ἔστι δ᾽ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου: λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν. τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν. Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον: ἐνταῦθ᾽ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον: ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ. ἔχει δ᾽ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ: ἐκ ταύτης Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα. δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης: ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δ᾽ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖντηλόθεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρυρέοντος.
3 κατεσκάφη δ᾽ ὑπὸ τῶν Ἀργεαδῶν. E. [21]

ὅτι Ἀξιὸς θολερὸς ῥεῖ: δ᾽ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αἶαν, καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ. μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν: εἶτα Θεσσαλονίκεια Κασάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ Ἐγνατία ὁδός. ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν: δὲ μητρόπολις τῆς νῦν Μακεδονίας ἐστί. τῶν δὲ [p. 460] συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλάστρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἴνεια καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέμνηται ποιητήςΚισσῆς τόν γ᾽ ἔθρεψε,
4 τὸν Ἰφιδάμαντα λέγων. E. [22]

ὅτι μετὰ τὸ Δῖον πόλιν Ἁλιάκμων ποταμὸς ἔστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον: καὶ τὸ ἀπὸ τούτου πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν καὶ πόλις Πύδνα, νῦν Κίτρον καλεῖται: εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις: εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί: ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκατὸν εἴκοσιν. ἀπέχει δ᾽ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια. μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, δὲ Ἄλωρος Βοτταϊκή. ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως. Epit. [23]

ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον Φίλιππος εἰς μῆκος ηὔξησε τραφεὶς ἐν αὐτῇ: ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς Λουδίας ποταμὸς ῥεῖ: τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. εἶτα Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης: ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖντηλόθεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρυρέοντος.
5 ἀλλ᾽ ἐπεὶ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος [p. 461] ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχονἈξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν
6 μεταγράφουσιν οὕτωςἈξιοῦ, κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης.
7 οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ. Epit. [23α]

ἐν δὲ τῷ ἐπικίδναται αἴῃ αἶανδιττῶς γὰρ γραφήαἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν γεωγράφος φησί, λέγων ὅτι παρ᾽ Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει. φαύλη οὖν, φησίν, φερομένη γραφὴ Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ, ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ᾽ ἀνάπαλιν: εἶτα ὑποδυσκόλως αἰτιώμενος γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν. Eustathius ad Iliad 2.850 [24]

ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν Θεσσαλονίκη ἐστὶ πόλις, πρότερον Θέρμη ἐκαλεῖτο: κτίσμα δ᾽ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου τοῦ Ἀμύντου, ὠνόμασε: μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς αὐτήν, οἷον Χαλάστραν Αἴνειαν Κισσὸν καί τινα καὶ ἄλλα. ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρ᾽ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸνφησὶνἐν Θρῄκῃ, νῦν Μακεδονία καλεῖται. Epit. [25]

ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, πρότερον κατεῖχον Βρίγες Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν: μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι [p. 462] τοῦ Καναστραίου. τοῦτο δ᾽ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι: ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη: πενταστάδιον δ᾽ ἔχει τὸν ἰσθμὸν διορωρυγμένον: κεῖται δ᾽ ἐπ᾽ αὐτῷ πόλις πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου ἀναλαβόντος αὐτὴν ἀνατετραμμένην: περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα. ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δ᾽ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν. κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρῳάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν. E. [26]

ὅτι Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους. Epit. [27]

ὅτι Παλλήνη χερρόνησος, ἧς ἐν τῷ ἰσθμῷ κεῖται πρὶν μὲν Ποτίδαια νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο: ᾤκουν δ᾽ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἄνομον, οὓς Ἡρακλῆς διέφθειρεν: ἔχει δὲ πόλεις τέσσαρας, Ἄφυτιν Μένδην Σκιώνην Σάνην. Epit. [28]

ὅτι διεῖχε Ποτιδαίας Ὄλυνθος ἑβδομήκοντα σταδίους. E. [29]

ὅτι τῆς Ὀλύνθου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ. Epit. [30]

ὅτι πλησίον Ὀλύνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος: τὸ γὰρ ζῷον κάνθαρος τῆς πέριξ χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται. Epit. [p. 463] [31]

μετὰ δὲ Κασάνδρειαν ἐφεξῆς λοιπὴ τοῦ Τορωνικοῦ κόλπου παραλία μέχρι Δέρρεως: ἄκρα δ᾽ ἐστὶν ἀνταίρουσα τῷ Καναστραίῳ καὶ ποιοῦσα τὸν κόλπον. ἀπαντικρὺ δὲ τῆς Δέρρεως πρὸς ἕω τὰ ἄκρα τοῦ Ἄθω, μεταξὺ δὲ Σιγγικὸς κόλπος ἀπὸ τῆς ἐν αὐτῷ πόλεως ἀρχαίας κατεσκαμμένης Σίγγου τοὔνομα. μεθ᾽ ἣν Ἄκανθος ἐπὶ τῷ ἰσθμῷ τοῦ Ἄθω κειμένη πόλις, Ἀνδρίων κτίσμα, ἀφ᾽ ἧς συχνοὶ καὶ τὸν κόλπον Ἀκάνθιον καλοῦσι. E. [32]

ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, Δέρρις ἐστὶν ἄκρα πλησίον Κωφοῦ λιμένος, καὶ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον, ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν, ἀλλήλων ἀπέχοντας οὕτως, Μαλιακὸν Παγασιτικὸν Θερμαῖον Τορωναῖον Σιγγιτικὸν Στρυμονικόν. τὰ δὲ ἄκρα Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ Ἄθων, οὗ πρὸς ἀνατολὰς Λῆμνος: πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον Νεάπολις. Epit. [33]

ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου διώρυχος: ἔχει δ᾽ Ἄθων πέντε πόλεις, Δῖον Κλεωνὰς Θύσσον Ὀλόφυξιν Ἀκροθώους: αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. ἔστι δ᾽ Ἄθων ὄρος μαστοειδὲς ὀξύτατον ὑψηλότατον: οὗ οἱ τὴν κορυφὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν τριῶν τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ [p. 464] Ἀριστοτέλους, στάδια τετρακόσια, ἐν λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι: εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί: εἶτα Φάγρης Γαληψὸς Ἀπολλωνία, πᾶσαι πόλεις: εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος τούτου παῖς διώριζον ἐν τοῖς κατ᾽ αὐτοὺς χρόνοις. εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἷον Μύρκινος Ἄργιλος Δραβῆσκος Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα: ἀφ᾽ οὗ καὶ παροιμίαΔάτον ἀγαθῶν,’ ὡς καὶἀγαθῶν ἀγαθῖδας.’ Epit. [34]

ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ Φίλιπποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὄρους: καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ πέραν καὶ ἐντὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας: φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Epit. [35]

ἔστι δ᾽ Ἄθως ὄρος ὑψηλὸν καὶ μαστοειδές, ὥστε τοὺς ἐν ταῖς κορυφαῖς ἤδη ἀνίσχοντος ἡλίου κάμνειν ἀροῦντας, ἡνίκα ἀλεκτοροφωνίας ἀρχὴ παρὰ τοῖς τὴν ἀκτὴν οἰκοῦσίν ἐστιν. ἐν δὲ τῇ ἀκτῇ ταύτῃ Θάμυρις Θρᾷξ ἐβασίλευσε, τῶν αὐτῶν ἐπιτηδευμάτων γεγονὼς ὧν καὶ Ὀρφεύς. ἐνταῦθα δὲ καὶ διῶρυξ δείκνυται περὶ τὴν Ἄκανθον, καθ᾽ ἣν Ξέρξης τὸν Ἄθω διορύξαι λέγεται καὶ διαγαγεῖν ἐκ τοῦ Στρυμονικοῦ κόλπου διὰ τοῦ ἰσθμοῦ, δεξάμενος τὴν θάλασσαν εἰς τὴν διώρυγα. Δημήτριος δ᾽ Σκήψιος οὐκ οἴεται πλευσθῆναι τὴν διώρυγα ταύτην: μέχρι μὲν γὰρ δέκα σταδίων εὔγεων καὶ ὀρυκτὴν εἶναι, διορωρύχθαι δ᾽ ἐπὶ πλάτος πλεθριαῖον, εἶθ᾽ ὑψηλὸν εἶναι πλαταμῶνα σταδιαῖον σχεδόν τι τὸ μῆκος, ὅσον οὐκ ἐνὸν ἐκλατομηθῆναι δι᾽ ὅλου [p. 465] μέχρι θαλάσσης: εἰ δὲ καὶ μέχρι δεῦρο, οὔ γε καὶ κατὰ βυθοῦ ὥστε πόρον γενέσθαι πλωτόν: ὅπου Ἀλέξαρχον τὸν Ἀντιπάτρου πόλιν ὑποδείμασθαι τὴν Οὐρανόπολιν τριάκοντα σταδίων τὸν κύκλον ἔχουσαν. ᾤκησαν δὲ τὴν χερρόνησον ταύτην τῶν ἐκ Λήμνου Πελασγῶν τινες, εἰς πέντε διῃρημένοι πολίσματα, Κλεωνὰς Ὀλόφυξιν Ἀκροθώους Δῖον Θύσσον. μετὰ δὲ Ἄθω Στρυμονικὸς κόλπος μέχρι Νέστου τοῦ ποταμοῦ τοῦ ἀφορίζοντος τὴν κατὰ Φίλιππον καὶ Ἀλέξανδρον Μακεδονίαν: εἰς μέντοι τἀκριβὲς ἄκρα τίς ἐστιν ποιοῦσα τὸν κόλπον πρὸς τὸν Ἄθω, πόλιν ἐσχηκυῖα τὴν Ἀπολλωνίαν. ἐν δὲ τῷ κόλπῳ πρώτη μετὰ τὸν Ἀκανθίων λιμένα Στάγειρα, ἔρημος, καὶ αὐτὴ τῶν Χαλκιδικῶν, Ἀριστοτέλους πατρίς, καὶ λιμὴν αὐτῆς Κάπρος καὶ νησίον ὁμώνυμον τούτῳ: εἶθ᾽ Στρυμὼν καὶ ἀνάπλους εἰς Ἀμφίπολιν εἴκοσι σταδίων: ἔστι δ᾽ Ἀθηναίων κτίσμα ἐν τῷ τόπῳ ἱδρυμένον τούτῳ, ὃς καλεῖται Ἐννέα ὁδοί: εἶτα Γαληψὸς καὶ Ἀπολλωνία, κατεσκαμμέναι ὑπὸ Φιλίππου. E. [36]

ἀπὸ Πηνειοῦ φησὶν εἰς Πύδναν σταδίους ἑκατὸν εἴκοσι. παρὰ δὲ τὴν παραλίαν τοῦ Στρυμόνος καὶ Δατηνῶν πόλις Νεάπολις καὶ αὐτὸ τὸ Δάτον, εὔκαρπα πεδία καὶ λίμνην καὶ ποταμοὺς καὶ ναυπήγια καὶ χρυσεῖα λυσιτελῆ ἔχον, ἀφ᾽ οὗ καὶ παροιμιάζονταιΔάτον ἀγαθῶνὡς καὶἀγαθῶν ἀγαθῖδας.’ ἔστι δ᾽ χώρα πρὸς τὸ Στρυμόνος πέραν, μὲν ἐπὶ τῇ θαλάττῃ καὶ τοῖς περὶ Δάτον τόποις Ὀδόμαντες καὶ Ἠδωνοὶ καὶ Βισάλται, οἵ τε αὐτόχθονες καὶ οἱ ἐκ Μακεδονίας διαβάντες, ἐν οἷς Ῥῆσος ἐβασίλευσεν. ὑπὲρ δὲ τῆς Ἀμφιπόλεως Βισάλται καὶ μέχρι πόλεως Ἡρακλείας, ἔχοντες αὐλῶνα εὔκαρπον, ὃν διαρρεῖ Στρυμὼν ὡρμημένος ἐκ τῶν περὶ Ῥοδόπην Ἀγριάνων, οἷς [p. 466] παράκειται τῆς Μακεδονίας Παρορβηλία, ἐν μεσογαίᾳ ἔχουσα κατὰ τὸν αὐλῶνα τὸν ἀπὸ Εἰδομένης Καλλίπολιν Ὀρθόπολιν Φιλιππούπολιν Γαρησκόν. ἐν δὲ τοῖς Βισάλταις ἀνὰ ποταμὸν ἰόντι τὸν Στρυμόνα καὶ Βέργη ἵδρυται, κώμη ἀπέχουσα Ἀμφιπόλεως περὶ διακοσίους σταδίους. ἐπὶ δὲ ἄρκτους ἰόντι ἀπὸ Ἡρακλείας καὶ τὰ στενὰ δι᾽ ὧν Στρυμὼν φέρεται, δεξιὸν ἔχοντι τὸν ποταμὸν ἐκ μὲν τῶν εὐωνύμων ἐστὶν Παιονία καὶ τὰ περὶ τὸν Δόβηρον καὶ τὴν Ῥοδόπην καὶ τὸν Αἷμον ὄρος, ἐν δεξιᾷ δὲ τὰ περὶ τὸν Αἷμον. ἐντὸς δὲ τοῦ Στρυμόνος πρὸς αὐτῷ μὲν τῷ ποταμῷ Σκοτοῦσσα ἔστι, πρὸς δὲ τῇ λίμνῃ τῇ Βόλβῃ Ἀρέθουσα. καὶ δὴ καὶ μάλιστα λέγονται Μυγδόνες οἱ περὶ τὴν λίμνην. οὐ μόνον δ᾽ Ἀξιὸς ἐκ Παιόνων ἔχει τὴν ῥύσιν, ἀλλὰ καὶ Στρυμών: ἐξ Ἀγριάνων γὰρ διὰ Μαίδων καὶ Σιντῶν εἰς τὰ μεταξὺ Βισαλτῶν καὶ Ὀδομάντων ἐκπίπτει. E. [37]

ὅτι Στρυμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων. Epit. [38]

τοὺς δὲ Παίονας οἱ μὲν ἀποίκους Φρυγῶν οἱ δ᾽ ἀρχηγέτας ἀποφαίνουσι, καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαι φασί: καλεῖσθαι δὲ πρότερον Ὀρεστίαν τὴν Πελαγονίαν, τὸν δὲ Ἀστεροπαῖον, ἕνα τῶν ἐκ Παιονίας στρατευσάντων ἐπ᾽ Ἴλιον ἡγεμόνων, οὐκ ἀπεικότως υἱὸν λέγεσθαι Πηλεγόνος, καὶ αὐτοὺς τοὺς Παίονας καλεῖσθαι Πελαγόνας. E. [39]

ὅτι παρ᾽ ὉμήρῳἈστεροπαῖος υἱὸς Πηλεγόνος
8 ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονίᾳ ἱστορεῖται: διὸ καὶ Πηλεγόνος υἱός: οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο. Epit. [40]

ἐπεὶ δὲ παιανισμὸς τῶν Θρᾳκῶν τιτανισμὸς ὑπὸ τῶν Ἑλλήνων λέγεται κατὰ μίμησιν τῆς ἐν παιᾶσι φωνῆς, καὶ οἱ Τιτᾶνες ἐκλήθησαν Πηλαγόνες. E. [p. 467] [41]

ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονες φαίνονται πολλὴν τῆς νῦν Μακεδονίας κατεσχηκότες, ὡς καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπ᾽ αὐτοῖς γενέσθαι. τῆς δ᾽ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκαλοῦντο πρότερον, κατοικία μικρά: ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν. E. [43]

ὅτι οἱ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν. Epit. [44]

πρόκεινται δὲ τῆς παραλίας ταύτης δύο νῆσοι, Λῆμνος καὶ Θάσος. μετὰ δὲ τὸν εἰς Θάσον πορθμὸν Ἄβδηρα καὶ τὰ περὶ Ἀβδήρου μυθευόμενα. ᾤκησαν δ᾽ αὐτὴν Βίστονες Θρᾷκες, ὧν Διομήδης ἦρχεν: οὐ μένει δ᾽ Νέστος ἐπὶ ταὐτοῦ ῥείθρου διὰ παντός, ἀλλὰ κατακλύζει τὴν χώραν πολλάκις. εἶτα Δίκαια πόλις ἐν κόλπῳ κειμένη καὶ λιμήν: ὑπέρκειται δὲ τούτων Βιστονὶς λίμνη κύκλον ἔχουσα ὅσον διακοσίων σταδίων. φασὶ δὲ τοῦ πεδίου κοίλου παντάπασιν ὄντος καὶ ταπεινοτέρου τῆς θαλάττης ἱπποκρατούμενον τὸν Ἡρακλέα, ἡνίκα ἦλθεν ἐπὶ τὰς τοῦ Διομήδους ἵππους, διορύξαι τὴν ᾐόνα καὶ τὴν θάλατταν ἐπαφέντα τῷ πεδίῳ κρατῆσαι τῶν ἐναντίων. δείκνυται δὲ καὶ τὸ βασίλειον Διομήδους ἀπὸ συμβεβηκότος καλούμενον Καρτερὰ κώμη διὰ τὴν ἐρυμνότητα. μετὰ δὲ τὴν ἀνὰ μέσον λίμνην Ξάνθεια Μαρώνεια καὶ Ἴσμαρος, αἱ τῶν Κικόνων πόλεις: καλεῖται δὲ νῦν Ἰσμάρα πλησίον τῆς Μαρωνείας: πλησίον δὲ καὶ Ἰσμαρὶς ἐξίησι λίμνη: καλεῖται δὲ τὸ ῥεῖθρον ἠδύ ... γειον: αὐτοῦ δὲ καὶ αἱ Θασίων λεγόμεναι κεφαλαί. Σαπαῖοι δ᾽ εἰσὶν οἱ ὑπερκείμενοι. E. [p. 468] [45]

ὅτι τὰ Τόπειρά ἐστι πρὸς Ἀβδήροις καὶ Μαρωνείᾳ. E. [46]

ὅτι Σιντοὶ ἔθνος Θρᾳκικὸν κατῴκει τὴν Δῆμνον νῆσον: ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ λέγωνἔνθα με Σίντιες ἄνδρες.
9 Epit. [47]

ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διομήδους ἵπποι ἔφαγον: εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη Βιστονίς: εἶτα πόλις Μαρώνεια. Epit. [48]

ἔστι δ᾽ Θρᾴκη σύμπασα ἐκ δυεῖν καὶ εἴκοσιν ἐθνῶν συνεστῶσα: δύναται δὲ στέλλειν καίπερ οὖσα περισσῶς ἐκπεπονημένη μυρίους καὶ πεντακισχιλίους ἱππέας, πεζῶν δὲ καὶ εἴκοσι μυριάδας. μετὰ δὲ τὴν Μαρώνειαν Ὀρθαγόρεια πόλις καὶ τὰ περὶ Σέρριον, παράπλους τραχύς, καὶ τὸ τῶν Σαμοθρᾴκων πολίχνιον Τέμπυρα καὶ ἄλλο Χαράκωμα, οὗ πρόκειται Σαμοθρᾴκη νῆσος, καὶ Ἴμβρος οὐ πολὺ ἄπωθεν ταύτης: πλέον δ᾽ διπλάσιον Θάσος. ἀπὸ δὲ Χαρακώματος Δορίσκος, ὅπου ἐμέτρησε Ξέρξης τῆς στρατιᾶς τὸ πλῆθος. εἶθ᾽ Ἕβρος ἀνάπλουν ἔχων εἰς Κύψελα ἑκατὸν εἴκοσι: τῆς Μακεδονίας φησὶ τοῦτο ὅριον, ἣν ἀφείλοντο Περσέα Ῥωμαῖοι καὶ μετὰ ταῦτα τὸν Ψευδοφίλιππον. Παῦλος μὲν οὖν τὸν Περσέα ἑλὼν συνάψας τῇ Μακεδονίᾳ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη εἰς τέτταρα μέρη διέταξε τὴν χώραν, καὶ τὸ μὲν προσένειμεν Ἀμφιπόλει, τὸ δὲ Θεσσαλονικείᾳ, τὸ δὲ Πέλλῃ, τὸ δὲ Πελαγόσι. παροικοῦσι δὲ τὸν Ἕβρον Κορπῖλοι καὶ Βρέναι ἔτι ἀνωτέρω, εἶτ᾽ ἔσχατοι Βέσσοι: μέχρι γὰρ δεῦρο ἀνάπλους. ἅπαντα δὲ τὰ ἔθνη λῃστρικὰ ταῦτα, μάλιστα δ᾽ οἱ Βέσσοι, οὓς λέγει γειτονεύειν Ὀδρύσαις καὶ Σαπαίοις. ἀστῶν δὲ βασίλειον ἦν Βιζύη. Ὀδρύσας δὲ [p. 469] καλοῦσιν ἔνιοι πάντας τοὺς ἀπὸ Ἕβρου καὶ Κυψέλων μέχρι Ὀδησσοῦ τῆς παραλίας ὑπεροικοῦντας, ὧν ἐβασίλευσεν Ἀμάδοκος καὶ Κερσοβλέπτης καὶ Βηρισάδης καὶ Σεύθης καὶ Κότυς. E. [49]

ὅτι νῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος. Epit. [50]

ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν: κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια: ἐκαλεῖτο δὲ Σαμοθρᾴκη Σάμος πρίν. Epit. [51]

ὅτι τοὺς ἐν τῇ Σαμοθρᾴκῃ τιμωμένους θεοὺς εἰρήκασι πολλοὶ τοὺς αὐτοὺς τοῖς Καβείροις, οὐδ᾽ αὐτοὺς ἔχοντες λέγειν τοὺς Καβείρους οἵτινές εἰσι, καθάπερ τοὺς Κύρβαντας καὶ Κορύβαντας, ὡς δ᾽ αὕτως Κουρῆτας καὶ Ἰδαίους Δακτύλους. E. [52]

πρὸς δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος ἐν τῷ Μέλανι κόλπῳ κεῖται, κτίσμα Μιτυληναίων καὶ Κυμαίων, ἔτι δὲ πρότερον Ἀλωπεκοννησίων: εἶτ᾽ ἄκρα Σαρπηδών: εἶθ᾽ Χερρόνησος Θρᾳκία καλουμένη, ποιοῦσα τήν τε Προποντίδα καὶ τὸν Μέλανα κόλπον καὶ τὸν Ἑλλήσποντον: ἄκρα γὰρ ἔκκειται πρὸς εὐρόνοτον, συνάπτουσα τὴν Εὐρώπην πρὸς τὴν Ἀσίαν ἑπτασταδίῳ πορθμῷ τῷ κατὰ Ἄβυδον καὶ Σηστόν, ἐν ἀριστερᾷ μὲν τὴν Προποντίδα ἔχουσα, ἐν δεξιᾷ δὲ τὸν Μέλανα κόλπον καλούμενον οὕτως ἀπὸ τοῦ Μέλανος ἐκδιδόντος εἰς αὐτόν, καθάπερ Ἡρόδοτος καὶ Εὔδοξος: εἴρηκε δέ, φησίν, Ἡρόδοτος μὴ ἀνταρκέσαι τὸ ῥεῖθρον τῇ Ξέρξου στρατιᾷ τοῦτο: ἰσθμῷ δὲ κλείεται τετταράκοντα σταδίων λεχθεῖσα ἄκρα [p. 470] ἐν μέσῳ μὲν οὖν τοῦ ἰσθμοῦ Λυσιμάχεια πόλις ἵδρυται ἐπώνυμος τοῦ κτίσαντος βασιλέως: ἑκατέρωθεν δ᾽ ἐπὶ μὲν τῷ Μέλανι κόλπῳ Καρδία κεῖται μεγίστη τῶν ἐν τῇ Χερρονήσῳ πόλεων, Μιλησίων καὶ Κλαζομενίων κτίσμα, ὕστερον δὲ καὶ Ἀθηναίων: ἐν δὲ τῇ Προποντίδι Πακτύη. μετὰ δὲ Καρδίαν Δράβος καὶ Λίμναι: εἶτ᾽ Ἀλωπεκόννησος, εἰς ἣν τελευτᾷ μάλιστα Μέλας κόλπος: εἶτ᾽ ἄκρα μεγάλη Μαζουσία: εἶτ᾽ ἐν κόλπῳ Ἐλαιοῦς, ὅπου τὸ Πρωτεσιλάειον, καθ᾽ τὸ Σίγειον ἀπὸ τετταράκοντα σταδίων ἐστίν, ἄκρα τῆς Τρῳάδος: καὶ σχεδὸν τοῦτ᾽ ἔστι τὸ νοτιώτατον ἄκρον τῆς Χερρονήσου, σταδίους μικρῷ πλείους τῶν τετρακοσίων ἀπὸ Καρδίας: καὶ οἱ λοιποὶ δ᾽ ἐπὶ θάτερον μέρος τοῦ ἰσθμοῦ μικρῷ τοῦ διαστήματος τούτου πλείους περιπλέοντι. E. [53]

ὅτι ἐν Θρᾴκῃ Χερρόνησος τρεῖς ποιεῖ θαλάσσας: Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσποντον ἐξ ἀνατολῶν καὶ τὸν Μέλανα κόλπον ἐκ νότου, ὅπου καὶ Μέλας ποταμὸς ἐκβάλλει, ὁμώνυμος τῷ κόλπῳ. Epit. [54]

ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερρονήσου τρεῖς πόλεις κεῖνται: πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῇ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογαίᾳ Λυσιμάχεια: μῆκος τοῦ ἰσθμοῦ στάδια τετταράκοντα. Epit. [55]

ὅτι πόλις Ἐλεοῦς ἀρσενικῶς λέγεται: τάχα δὲ καὶ Τραπεζοῦς. Epit. [56]

ἔστι δ᾽ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλαιοῦντα εἰσβολὴ πρῶτον εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἥν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου: ἐνταῦθα δ᾽ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δ᾽ Ἑκάβης φασί: καὶ γὰρ δείκνυται κάμψαντι τὴν ἄκραν τάφος αὐτῆς. εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθ᾽ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός. ἀπὸ δὲ Ἐλαιοῦντος [p. 471] ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα: μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά: εἶτα Καλλίπολις, ἀφ᾽ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα: εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή: εἶτα Πακτύη: εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα: εἶτα Σηλυβρία. ὑπέρκειται δ᾽ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγχωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας. ἄσφαλτον δ᾽ ἐξίησιν εἰς τὴν θάλασσαν, καθ᾽ ὃν τόπον Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ μέταλλον ἔχουσα τῆς λευκῆς μαρμάρου πολύ τε καὶ σπουδαῖον. μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ Βαθυνίας: εἶτα Βυζάντιον καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν. E. [57]

ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα: ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος: τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι: προστίθησι δ᾽ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις. Δημήτριος δ᾽ Σκήψιος ἐν τοῖς περὶ τοῦ Τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δ᾽ ἴσον μέχρι Παρίου. τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων. τοῦ δὲ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων. E. [58]

ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν αὐτός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους. οἱ [p. 472] μὲν γὰρ ὅλην τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου: οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης, καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος: οἱ μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον Πάριον Πρίαπον, δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας. οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτῴου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθ᾽ Ἡρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον Ἕλλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν ζεφύρου ἀντιπνεύσαντος. οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσιν Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες. φησὶ γάρὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλ᾽ Ἑλλήσποντον ἐπ᾽ ἰχθυοέντα πλεούσας
νῆας ἐμάς.
10 ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνωνἥρως Ἰμβρασίδης, ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει:
11 οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτοὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει:
12 τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι. μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα νῦν δὲ Κορπιλικὴν λεγομένην, δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν. E. [58α]

Τετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ. οὗτοι λέγονται καὶ Τετράκωμοι. Stephanus, v. Τετραχωρῖται. [58β]

λέγει γὰρΣτράβωναὐτὸν ἐν τῇ ἑβδόμῃτῶν γεωγραφουμένωνἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον ... συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. Athenaeus 14 p. 657 f.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: