previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

ἐφεξῆς δὲ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου: τούτου δὲ τοῦ κόλπου τὸ μὲν στόμα μικρῷ τοῦ τετρασταδίου μεῖζον, δὲ κύκλος καὶ τριακοσίων σταδίων, εὐλίμενος δὲ πᾶς. οἰκοῦσι δὲ τὰ μὲν ἐν δεξιᾷ εἰσπλέουσι τῶν Ἑλλήνων Ἀκαρνᾶνες: καὶ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος ἐνταῦθά ἐστι πλησίον τοῦ στόματος, λόφος τις ἐφ᾽ νεώς, καὶ ὑπ᾽ αὐτῷ πεδίον ἄλσος ἔχον καὶ νεώρια, ἐν οἷς ἀνέθηκε Καῖσαρ τὴν δεκαναΐαν ἀκροθίνιον, ἀπὸ μονοκρότου μέχρι δεκήρους: ὑπὸ πυρὸς δ᾽ ἠφανίσθαι καὶ οἱ νεώσοικοι λέγονται καὶ τὰ πλοῖα: ἐν ἀριστερᾷ δὲ Νικόπολις καὶ τῶν Ἠπειρωτῶν οἱ Κασσωπαῖοι μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀμβρακίαν: ὑπέρκειται δὲ αὕτη τοῦ μυχοῦ μικρόν, Γόργου τοῦ Κυψέλου κτίσμα: παραρρεῖ δ᾽ αὐτὴν Ἄρατθος ποταμὸς ἀνάπλουν ἔχων ἐκ θαλάττης εἰς αὐτὴν ὀλίγων σταδίων, ἀρχόμενος ἐκ Τύμφης ὄρους καὶ τῆς Παρωραίας. ηὐτύχει μὲν οὖν καὶ πρότερον πόλις αὕτη διαφερόντωςτὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν κόλπος), μάλιστα δ᾽ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ: Μακεδόνες δ᾽ ὕστερον καὶ Ῥωμαῖοι καὶ ταύτην καὶ τὰς ἄλλας κατεπόνησαν τοῖς συνεχέσι πολέμοις διὰ τὴν ἀπείθειαν, ὥστε τὸ τελευταῖον Σεβαστὸς ὁρῶν ἐκλελειμμένας τελέως τὰς πόλεις εἰς μίαν συνῴκισε τὴν ὑπ᾽ αὐτοῦ κληθεῖσαν Νικόπολιν ἐν τῷ κόλπῳ τούτῳ, ἐκάλεσε δ᾽ ἐπώνυμον τῆς νίκης, ἐν κατεναυμάχησεν Ἀντώνιον πρὸ τοῦ στόματος τοῦ κόλπου καὶ τὴν Αἰγυπτίων βασίλισσαν Κλεοπάτραν παροῦσαν ἐν τῷ ἀγῶνι καὶ αὐτήν. μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθ᾽ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν [p. 448] λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δ᾽ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος. ἀποδέδεικται δ᾽ ἀγὼν Ὀλύμπιος, τὰ Ἄκτια, ἱερὸς τοῦ Ἀκτίου Ἀπόλλωνος, τὴν δ᾽ ἐπιμέλειαν ἔχουσιν αὐτοῦ Λακεδαιμόνιοι. αἱ δ᾽ ἄλλαι κατοικίαι περιπόλιοι τῆς Νικοπόλεώς εἰσιν. ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων: νυνὶ δ᾽ ἐντιμότερον ἐποίησεν Καῖσαρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: