previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[4]

τὸ μὲν οὖν τὴν γραφὴν κινεῖν ἐκ τοσούτων ἐτῶν εὐδοκιμήσασαν περιττὸν ἴσως: πολὺ γὰρ πιθανώτερον ὠνομάσθαι μὲν ἐξ ἀρχῆς Μυσούς, μετωνομάσθαι δὲ ὡς νῦν. τοὺς ἀβίους δὲ τοὺς χήρους οὐ μᾶλλον τοὺς ἀνεστίους καὶ τοὺς ἁμαξοίκους δέξαιτ᾽ ἄν τις: μάλιστα γὰρ περὶ τὰ συμβόλαια καὶ τὴν τῶν χρημάτων κτῆσιν συνισταμένων τῶν ἀδικημάτων, τοὺς οὕτως ἀπ᾽ ὀλίγων εὐτελῶς ζῶντας δικαιοτάτους εὔλογον κληθῆναι: ἐπεὶ καὶ οἱ φιλόσοφοι τῇ σωφροσύνῃ τὴν δικαιοσύνην ἐγγυτάτω τιθέντες τὸ αὔταρκες καὶ τὸ λιτὸν ἐν τοῖς πρώτοις ἐζήλωσαν: ἀφ᾽ οὗ καὶ προεκπτώσεις τινὰς αὐτῶν παρέωσαν ἐπὶ τὸν κυνισμόν. τὸ δὲ χήρους γυναικῶν οἰκεῖν οὐδεμίαν τοιαύτην ἔμφασιν [p. 408] ὑπογράφει, καὶ μάλιστα παρὰ τοῖς Θρᾳξὶ καὶ τούτων τοῖς Γέταις. ὅρα δ᾽ λέγει Μένανδρος περὶ αὐτῶν οὐ πλάσας, ὡς εἰκός, ἀλλ᾽ ἐξ ἱστορίας λαβώνπάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ᾽ οἱ Γέται
ἡμεῖς ἁπάντωνκαὶ γὰρ αὐτὸς εὔχομαι
ἐκεῖθεν εἶναι τὸ γένοςοὐ σφόδρ᾽ ἐγκρατεῖς
ἐσμέν.
1 καὶ ὑποβὰς μικρὸν τῆς περὶ τὰς γυναῖκας ἀκρασίας τίθησι τὰ παραδείγματα: “ γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς, εἰ μὴ δέκ᾽
ἕνδεκα γυναῖκας δώδεκά τ᾽ πλείους τινές:
ἂν τέτταρας δ᾽ πέντε γεγαμηκὼς τύχῃ
καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος
ἄνυμφος οὗτος ἐπικαλεῖτ᾽ ἐν τοῖς ἐκεῖ.
2 ταῦτα γὰρ ὁμολογεῖται μὲν καὶ παρὰ τῶν ἄλλων, οὐκ εἰκὸς δὲ τοὺς αὐτοὺς ἅμα μὲν ἄθλιον νομίζειν βίον τὸν μὴ μετὰ πολλῶν γυναικῶν, ἅμα δὲ σπουδαῖον καὶ δίκαιον τὸν τῶν γυναικῶν χῆρον. τὸ δὲ δὴ καὶ θεοσεβεῖς νομίζειν καὶ καπνοβάτας τοὺς ἐρήμους γυναικῶν σφόδρα ἐναντιοῦται ταῖς κοιναῖς ὑπολήψεσιν. ἅπαντες γὰρ τῆς δεισιδαιμονίας ἀρχηγοὺς οἴονται τὰς γυναῖκας: αὗται δὲ καὶ τοὺς ἄνδρας προκαλοῦνται πρὸς τὰς ἐπὶ πλέον θεραπείας τῶν θεῶν καὶ ἑορτὰς καὶ ποτνιασμούς: σπάνιον δ᾽ εἴ τις ἀνὴρ καθ᾽ αὑτὸν ζῶν εὑρίσκεται τοιοῦτος. ὅρα δὲ πάλιν τὸν αὐτὸν ποιητὴν λέγει εἰσάγων τὸν ἀχθόμενον ταῖς περὶ τὰς θυσίας τῶν γυναικῶν δαπάναις καὶ λέγονταἐπιτρίβουσι δ᾽ ἡμᾶς οἱ θεοί,
μάλιστα τοὺς γήμαντας: ἀεὶ γάρ τινα
ἄγειν ἑορτήν ἐστ᾽ ἀνάγκη.
3 τὸν δὲ μισογύνην αὐτὰ ταῦτα αἰτιώμενονἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,
ἐκυμβάλιζον δ᾽ ἑπτὰ θεράπαιναι κύκλῳ,
αἱ δ᾽ ὠλόλυζον.
4 τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζεσθαι παράλογόν τι ἐμφαίνει: τὸ δ᾽ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν [p. 409] ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ ἀπιστητέον5 καὶ ἐκ τῆς ἄλλης ἱστορίας.

1 Menander Fr. 547 (Kock)

2 Menander Fr. 548 (Kock)

3 Menander Fr. 601 (Kock)

4 Menander Misogynes Fr. 326 (Kock)

5 post ἀπιστητέον: καὶ ἐμψύχων ἀπέχεσθαι δι᾽ εὐσέβειαν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: